Ancient Greek · ~5 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 445
Not analysed yet
445 ἐμασχαλίσθη κἀπὶ λουτροῖσιν κάρα: εἰώθεισαν τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ· τὸ δὲ ἐξέμαξεν ἐπὶ τοῦ Ἀγαμέμνονος ὅς ἐμασχαλίσθη ὑπὸ τῆς Κλυταιμήστρας καὶ τὸ κάρα αὐτοῦ τὰς κηλῖδας τούτων τὰς ἐπὶ τῷ φόνῳ ἐξέμαξεν· οὐ δεἵ δὲ διαφωνίαν δοκεῖν εἶναι πρὸς τὸν Ὅμηρον ἐπεί φησιν ἐκεῖνος δειπνίσσας ὡς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ· ἤρκει γὰρ τὰ ὅλα συμφωνεῖν τῷ πράγματι· τὰ γὰρ κατὰ μέρος ἐξουσίαν ἔχει ἕκαστος ὡς βούλεται πραγματεύσασθαι εἰ μὴ τὸ πᾶν βλάπτῃ τῆς ὑποθέσεως. ἄλλως: εἰώθεσαν οἱ δρῶντες ἐμφύλιον φόνον ἀκρωτηριάζειν τοὺς ἀναιρεθέντας ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι καὶ περιάπτειν ἑαυτοῖς τὰ ἄκρα συνείροντες διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι παρʼ ἐκείνων δεινόν· ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα ὃ καὶ μασχαλισθῆναι ἔλεγον. ἄλλως: ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτὰ ἵνα, φασίν, ἀσθενὴς γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα· καὶ Ἀπολλώνιος ἐξάργματα τάμνε θανόντος περὶ τοῦ Ἰάσονος. οἷον ὑπὸ τὰς μασχάλας ἔλαβεν τὰ ἄκρα ἀντὶ τοῦ ἠκρωτηριάσθη.