Ancient Greek · ~3 min
48 to 56
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 48-56
Not analysed yet
48 ἐξ ἀναγκαίας τύχης. βιαίως οἷον ἀναγκαστῷ μόρῳ καὶ οὐκ ἐκ ταὐτομάτου, ἐκ βίας, ἐκ δυστυχίας, οὐκ ἰδίῳ θανάτῳ. 49 τοῖς χρόνοις ἀνῆκται· νεώτερος γὰρ Ὀρέστου ἐστὶν ὁ Πυθικὸς ἀγών. 50 ὧδʼ ὁ μῦθος ἑστάτω: ἡ ἔκβασις τοῦ λόγου ἢ τὸ κεφάλαιον· πιθανὸν δὲ τὸ ἐν Φωκίδι ἀνατραφέντα Πέθια ἀγωνίζεσθαι. δεδόχθω. 51 ὡς ὁ Ἀπόλλων δῆλον ὅτι, ὡς ἐκέλευεν. 52 λοιβαῖσι πρῶτον καὶ καρατόμοις. καὶ τοῖς ἀπὸ κρατὸς τετμημένοις βοστρύχοις· λέγοι δʼ ἂν χλιδὰς ἤτοι καθόλου τοὺς πλοκάμους οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς ἢ παρʼ ὅσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ. 54 τύπωμα τὴν ὑδρίαν ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο. τὸ ἄγγος. 56 ἀπατῶντες, παραλογιζόμενοι· Ὅμηρος κλέπτε νόῳ.