Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 47
Not analysed yet
47 ἄγγελλε δʼ ὅρκῳ: μὴ σμικρολόγως τις ἐπιλάβηται ὡς κελεύοντος ἐπιορκεῖν τοῦ ποιητοῦ· δεῖ γὰρ αὐτὸν πείθεσθαι τῷ θεῷ τὸ πᾶν δόλῳ πράσσειν παρακελευομένῳ ὥστε ἐν οἷς δοκεῖ ἐπιορκῶν δυσσεβεῖν διὰ τούτων εὐσεβεῖ πειθόμενος τῷ θεῷ· ἔχει δὲ ἀξιοπιστίαν ὁ λόγος ὡς ἐν Φωκίδι τρεφόμενον καταβῆναι ἐς τὰ Πύθια· ἀνῆκται δὲ τοῖς χρόνοις· ἐπὶ Τριπτολέμου γάρ φασι γενέσθαι Πυθικὸν ἀγῶνα ἑξακοσίοις ἔτεσι πρότερον.