Ancient Greek · ~8 min
48 to 72
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 48-3-72
Not analysed yet
48 ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν: οὐ μέτεστιν αὐτῷ εἴργειν με ἀπὸ τῶν ἐμῶν· ἢ οὕτως, οὐ μέτεστιν αὐτῷ τὰ ἡμέτερα βουλεύματα εἴργειν. 49 πατὴρ ὡς νῷν ἀπεχθής: τὰς συμφορὰς σκόπησον τοῦ παντὸς γένους καὶ πῶς ὁ πατὴρ ἀκλεὴς ἀπώλετο, οὐ μόνον δὲ ἀκλεὴς ἀλλὰ καὶ ἀπεχθὴς διὰ τὸν γενόμενον λοιμόν. 51 πρὸς αὐτοφώρων ἀμπλακημάτων: αὐτὸς γὰρ ἑαυτὸν ἐφώρασεν καὶ ἔγνω συνὼν τῇ μητρί· ἢ ὧν αὐτὸς ἐπόπτης ἐγένετο ἢ τῶν φανερῶν καὶ πᾶσιν ἐγνωσμένων. 53 διπλοῦν διπλοῦν ὄνομα ἔχουσα, μήτηρ τε καὶ γυνή. πάθος. 54 ἀγχόναις. ἀφανίζει, ἀπόλλυσιν. 58 μηδενὸς ἐπικούρου ὄντος ἡμῖν. 59 εἰ νόμου βίᾳ ψῆφον τυράννων: εἰ τὴν γενομένην ψῆφον τῶν τυράννων τῇ τοῦ νόμου ἀνάγκῃ παραβαίημεν. τουτέστιν εἰ τὴν ἐξουσίαν τὴν ἐκ τῶν νόμων τοῖς τυράννοις ἑπομένην παραβαίημεν. 60 τὰς βασιλείας. 61 ἀλλ᾿ ἐννοεῖν χρὴ τοῦτο μέν: πρῶτον μὲν ὅτι ἀσθενεῖς ἐσμὲν ἐκ φύσεως καθὸ γυναῖκες ἔπειτα καὶ ὑπὸ τῆς τύχης ἀσθενέστεραι καθὸ ἀσθενέστεραι. παρὰ τὸ Εὐριπίδου γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα κακὴ δʼ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν. 64 λυπηρότερα. λείπει τὸ ὥστε, ὥστε ἀκούειν ταῦτα καὶ τὰ τούτων χείρονα. 65 τοὺς ὑπὸ χθονός: ἢ τὸν Πολυνείκη ἢ τοὺς χθονίους δαίμονας· πιθανῶς δὲ καὶ τοῦ πρέποντος ἐφρόντισεν· φησὶ γὰρ ὅτι ἀπολογήσομαι τοῖς κατὰ χθονός. 66 ξύγγνοιαν ἴσχειν: συγγνώμην ἔχειν ὅτι βίᾳ πράσσω ταῦτα. 67 τοῖς ἐν τοῖς βασιλεῦσι. τὸ |γὰρ περισσὰ πράσσειν: γνωμολογικῶς ἀπαλλάττεται· τὸ γὰρ παρὰ δύναμίν τι πράττειν ἠλίθιον. 69 οὔτ᾿ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι |πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα: τὸ τέλειον οὔτʼ ἂν κελεύσαιμι, τὸ δὲ ἑξῆς οὔτε εἰ θέλοις πράττειν ἐμοῦ μέτα ἡδέως ἂν δρῴης· δαιμόνιον δὲ τὸ ἦθος· φησίν, οὔτε σε ἀναγκάσω ἀλλʼ οὔτ᾿, εἰ θέλοις, ἡδέως δέξομαί σου τὴν ἐπικουρίαν. 71 γίγνωσκε ὁποῖα σὺ θέλεις, τὸ πείθεσθαι τοῖς τυράννοις· ἢ τοιαύτη γενοῦ ὁποία καὶ βούλει. 72 καλόν μοι τοῦτο ποιούσῃ: θαψάσῃ τὸν ἀδελφὸν ἀντὶ τοῦ καλός μοι ἔσται ὁ ὑπὲρ ἀδελφοῦ θάνατος τουτέστιν εὐκλεέστατος.