Ancient Greek · ~8 min
21 to 47
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 21-47
Not analysed yet
21 οὐ γὰρ τάφου νῷν: ἀντὶ τοῦ ἡμῶν· ὁ δὲ λόγος κατʼ ἐρώτησιν οὕτω πρὸς τὸ ἑξῆς, οὐ γὰρ τῶν κασιγνήτων ἡμῶν τὸν μὲν ἐτίμησε τάφῳ ὁ Κρέων τὸν δὲ οὔ; 23 δικαίᾳ κρίσει χρησάμενος. 26 Πολυνείκους ἀντὶ τοῦ αὐτὸν τὸν Πολυνείκην. 30 ἕρμαιον, εὕρημα. πρὸς χάριν πρὸς τέρψιν τροφῆς. 31 τοιαῦτά φασι: τὸ ἑξῆς, τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοὶ κεκηρυχέναι· τὸ δὲ λέγω γὰρ κἀμὲ διὰ μέσου μετὰ πάθους ἀνεφώνησεν, λέγω γάρ, φησίν, ὅτι κἀμὲ προσπεριείληφε τῷ κηρύγματι· ἔτι γὰρ καὶ ἐμαυτὴν ἐν τοῖς ζῶσι καταριθμῶ. ἀγαθόν: ἐν εἰρωνείᾳ. 32 εἴπερ δεῖ κἀμὲ συγκαταριθμεῖσθαι ἐν τοῖς ζῶσιν. κηρύξαντʼ ἀντὶ τοῦ κεκηρυχέναι ὡς τὸ σιγήσας ἔχω ἀντὶ τοῦ σιγῶ. 33 ἀντὶ τοῦ ἡγεῖσθαι. 35 οὐχ ὡς παῤ οὐδέν: οὐχ ὡς ἔτυχεν ἔχειν τὸ πρᾶγμα ἀντὶ τοῦ οὐκ εὐτελῶς καὶ ὡς πάρεργον ἀλλʼ ὡς μέγα· ἢ οὕτως, οὐχ ἐς οὐδὲν ἀλλὰ μέγα. 38 λείπει γονέων ἵν᾿ ᾖ ἐσθλῶν γονέων. 39 τί δ᾿, ταλαῖφρον: τὸ ἑξῆς, τί δὲ ἄν σοι ἐγὼ προσθείμην πλέον ἀντὶ τοῦ σοὶ γενοίμην χρήσιμος, εἰ ταῦτα οὕτως ἔχοι, λύουσα τὸν νόμον καὶ θάπτουσα τὸν ἀδελφόν; εἰ δὲ γράφεται ἢ ᾿φάπτουσα ἀντὶ τοῦ λύουσα τὸν νόμον ἢ ἐπιβεβαιοῦσα αὐτόν. εἰ τάδʼ ἐν εἰ ταῦτα Κρέων ἐκέλευσεν. 40 προσθείμην: ἀντὶ τοῦ ποιήσαιμι. 42 ἐκ τούτου ἤδη τὸ ἦθος ὅρα κινδύνευμα καλούσης τὸ ἔργον· τὸ δὲ ποῖ γνώμης ποτʼ εἶ ὡς ἀδυνάτοις ἐπιχειρούσης λέγει. 44 τὸν ἀπηγορευμένον καὶ κεκωλυμένον ὑπὸ τῆς πόλεως τολμᾷς θάπτειν σύ; 45 τὸν γοῦν ἐμὸν καὶ τὸν σόν: εἰ μὴ σὺ θέλεις θάπτειν ἐγὼ τοῦτο ποιήσω μόνη· ἢ οὕτω, κἂν μὴ προσποιῇ αὐτὸν εἶναι σὸν ἀδελφὸν ἀλλʼ ἀλλοτριοῖς σαυτὴν τῆς συγγενείας ἐγὼ θάψω τὸν ἐμὸν καὶ σὸν ἀδελφόν· Δίδυμος δέ φησιν ὑπὸ τῶν ὑπομνηματιστῶν τὸν ἑξῆς στίχον νενοθεῦσθαι. 47 σχετλία, Κρέοντος: αἱ ἀντιλογίαι δῆλαί εἰσιν· ἡ μὲν γὰρ τῷ πράγματι ἡ δὲ τῇ οἰκειότητι ἀκολουθεῖ.