Ancient Greek · ~3 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 485
Not analysed yet
485 ὦ δέσποτʼ Αἴας: Τεκμήσσης ὁ λόγος· οὐ γὰρ δεῖ τὸν χορὸν μηκύνειν τὸν λόγον· μικτὸς δὲ ὁ λόγος· τὸ μὲν γὰρ αὐτοῦ γεννικὸν καὶ ἐλευθέριον διὰ τὴν παρρησίαν τῆς φύσεως (δούλη γὰρ ἐπάναγκες γέγονεν) τὸ δὲ συναρμόζον τοῖς καιροῖς, διʼ ὅλου δὲ τὴν φιλοστοργίαν ἐμφαῖνον· καὶ ὅταν τὰ ἑαυτῆς καταβάλῃ τεχνικῶς ἐπιχειρεῖ μαλθακώτερόν πως καθιστῶσα τὸν Αἴαντα· δεῖ οὖν τοιούτους λόγους λέγειν ὅτι διὰ τὴν ἐλευθερίαν παρρησιάζεται. τῆς ἀναγκαίας τύχης. διπλῶς φασι τὸ ἀναγκαῖον, ποτὲ μὲν ἐπὶ τῶν κατὰ φύσιν ἀκολουθίαν τινὰ ἐχόντων, ὡς ἂν εἴποιμεν ἀναγκαίως τὸ πῦρ θερμὸν καὶ τὸ γάλα λευκόν, ποτὲ δὲ ἐπὶ τοῦ ἐξ ἀνάγκης γινομένου ὡς καὶ νῦν ἀναγκαίας τύχης τῆς βίας φησί. τῆς δυστυχίας· τεχνικὸς ὁ λόγος ἐκ προοιμίου καὶ εἰς ἔλεον ἱκανὸς ἐπισπάσασθαι.