Ancient Greek · ~4 min
462 to 481
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 462-481
Not analysed yet
462 καὶ ποῖον ὄμμα πατρί: αἰσχύνεται ἄνευ ἀριστείων φανῆναι τῷ πατρὶ καὶ φυγὰς ἀκούειν· δαιμονίως δὲ ἀνθυπάγει αὐτῷ τὰ τῆς ἀπαλλαγῆς καὶ τοῦτο ἀναλύει νᾷ μὴ λυθῇ ἡ ὑπόθεσις. 464 ἀντὶ τοῦ ἔρημον· μεγαλοφυῶς δὲ οἴεται ἑαυτὸν τὸ πᾶν εἶναι. 467 πρὸς πρὸς τὸ τεῖχος. 469 ἀλλʼ ὧδέ γ᾿ Ἀτρείδας: ἀλλʼ ἐφησθήσονται οἱ Ἀτρεῖδαι ἐάν τι γενναῖον δράσας πρὸς τοὺς Τρῶας ἀποθάνω ἀγνοοῦντες ὅτι ἑκουσίως γέγονέ μοι ὁ θάνατος· καλῶς δὲ οὐκ ἐπήνεγκεν τὴν ἀληθῆ δόξαν ἕως ἂν δράσῃ ἅπερ αὐτὸς ὑπονοεῖ. 472 φύσιν γ᾿ φύσιν τουτέστιν ἀσθενῆ καὶ ἀλλοίαν παρὰ τὴν τοῦ πατρός· ἄσπλαγχνος δὲ ἄτολμος, ταπεινός, δειλόψυχος. 474 ὅστις διαλλαγὴν οὐ δέχεται ἀλλʼ ἀεὶ ἐν κακοῖς ἐξετάζεται. 475 τί γὰρ ἡμέρα μία ἔχει προσθεῖσα τὸ ζῆν καὶ ἀναβαλομένη τοῦ θανεῖν τέρπειν τὸν ἄνθρωπον; 478 χλιαίνεται, θάλπεται· τὸ γὰρ τοιοῦτον ἐξαπατᾶν ἑαυτὸν ἐν ψευδολογίᾳ διάγοντα. 479 φιλοσόφως τὸ καλὸν ἐν ἀμφοτέροις. 481 γνήσια τῆς διανοίας σου τὰ εἰρημένα καὶ οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυτῷ εἶπας ὅμως γε μὴν παῦσαι τὸ πᾶν ἀναθεὶς ἡμῖν.