Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 492
Not analysed yet
492 καί σ᾿ ἀντιάζω: κάλλιστα ἀμφοτέροις τοῖς ὅρκοις ἐχρήσατο· μέγιστον γὰρ δικαίωμα τὸ τῆς αὐτῆς ἑστίας ἐπιτυχεῖν ὁπότε καὶ τῶν πολεμίων διὰ ταῦτα φειδόμεθα· καὶ τὸ σεμνὸν τῆς κοίτης χρήσιμον ὅπου γε καὶ τὸ σεμνότατον τῶν προσώπων περὶ δικαιωμάτων τῶν πρὸς ἄνδρα καὶ γυναῖκα διαλεγόμενον αὐτὸ τοῦτο ὄμνυσι σή θʼ ἱερὴ κεφαλὴ καὶ νωίτερον λέχος· ὅρα δὲ ὅτι ἑκατέρωθεν θηλείαις ὁ τοιοῦτος λόγος πρόσκειται, ἐπὶ δὲ τοῦ Ὀδυσσέως καὶ ἄλλο τι οἰκειότερον ὄνομα ἐξεῦρεν ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο τὴν εὔνοιαν δηλῶν τῶν οὕτως συνιόντων ἐπιμονῇ παιδοποιίας.