Ancient Greek · ~8 min
493 to 512
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 493-512
Not analysed yet
493 συναλλαγὰς ἔχεις, γάμῳ συνεζεύχθης. 495 τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς: εἰδυῖα ἀγριαίνοντα τὸν Αἴαντα πρὸς τὰς ἐπιτιμήσεις διαρρήδην μὲν οὔ φησι, μὴ διάφθειρε σαυτὸν στοχαζομένη δὲ τοῦ καιροῦ ἔξωθεν περιέρχεται τὰ ἐπακολουθοῦντα λέγουσα ὅτι ὑποχειρίαν με τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις. ἡ ὑπὸ πρὸς τὸ χειρίαν, ὑποχειρίαν δούς. 497 ταύτῃ: ἀντὶ τοῦ οὕτως, κατὰ τοῦτον τὸν τρόπον. 499 δούλιον ἕξειν τροφήν: οὐ ψιλὸν τὸ τῆς δουλείας εἶπεν ἀλλὰ καὶ ὅσα ἔνεστιν εἰπεῖν τινα ἰδόντα αὐτὴν ἐν δουλείᾳ· καὶ ἡ τοιαύτη δὲ διδασκαλία Ὁμήρου μὴ παῖδʼ ὀρφανικὸν θείης χήρην τε γυναῖκα· ἀποτρέψαι δὲ βούλεται αὐτὸν διὰ τῶν τοιούτων λόγων. 501 γράφε ἀτίζων, ὑβρίζων. ἴδετε τὴν ὁμευνέτιν παρὰ τὸ Ὁμηρικὸν Ἕκτορος ἥδε γυνή. 503 αὔξει, ἔχει. 504 νῦν ἡ δουλεία. 505 σοὶ δʼ αἰσχρὰ τἄπη: καὶ διὰ τὴν εὐγένειαν καὶ διὰ τὴν ἀνδρείαν· διὰ μὲν τοῦ σοὶ τὴν ἀνδρείαν διὰ δὲ τοῦ τῷ σῷ γένει τοὺς προγόνους· θαυμαστῶς δὲ ἡ προσθήκη τοῦ γένους· αἶσχος γὰρ προστρίψῃ καὶ τῷ υἱῷ ἐπὶ τοιούτοις αὐτὸν καταλιπών. 506 ἀλλʼ αἴδεσαι μέν: καλῶς ἐπὶ μὲν τοῦ πατρὸς ἐν γήρᾳ μακρῷ ἐπὶ δὲ τῆς μητρὸς πολλῶν ἐτῶν κληροῦχον· ὁ γὰρ ἐπὶ ἀμφοτέρων ἑνὶ χρησάμενος ὀνόματι ἐπιτεμνόμενος τὸν λόγον, τὸ δὲ ἐγχρονίζειν ταῖς διηγήσεσιν ἀνυστικώτερον· θαυμαστῶς δὲ ἐπὶ μὲν ἑαυτῆς οὐδαμοῦ τοῖς τοιούτοις ὀνόμασι χρῆται, οὔτε αἰδέσθητι οὔτε οἴκτειρε, ἐπὶ δὲ τῶν γονέων καὶ τοῦ παιδός. 508 μέτοχον, κεκληρωμένην, κλῆρον ἐσχηκυῖαν. ἥ σε πολλάκις θεοῖς ἀρᾶται: τοῦτο οἰκείως ἐκ τῆς φύσεως στοχαζομένη παρέλαβεν. 510 εἰ τῆς νέας τροφῆς στερηθεὶς σοῦ χωρὶς διάξει καὶ βιώσεται. 512 ὑπʼ ὀρφανιστῶν μὴ φίλων: ὀρφανισταί εἰσιν οἱ τοὺς ὀρφανοὺς τρέφοντες· Ἕλληνας οὖν φησιν οὐ φίλους ὀρφανιστὰς καθὸ δυσμενεῖς· ἢ ὀρφανισταὶ ἀρχὴ Ἀθήνησι τὰ τῶν ὀρφανῶν κρίνουσα· ἢ ὀρφανιστῶν τῶν τῆς ὀρφανίας ἐπιτρόπων· ὀρφανὸς δὲ ὁ ὅρον ἔχων τὸ οὐ φαίνεσθαι, ὁ ἄσημος καὶ μηκέτι ἐμφανής, ὃς ἀμέλει καὶ ὑπὸ τῶν ἀμφιθαλῶν ὡς ἐμφανῶν ἐλαύνεται.