Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 493-2
Not analysed yet
493 μιαιφόνων |γάμων: ἤτοι ἐπὶ τῆς Ἐρινύος ἐστὶν ὁ λόγος, ἐπέβη γὰρ ἐπὶ ἁμιλλήματα γάμων ἄλεκτρα καὶ ἀνύμφευτα, ἐπέβη δὲ τούτοις οἷς οὐ θέμις, οὓς οὐκ ἐχρῆν εἰς γάμον ἤγαγεν ἡ Ἐρινὺς διόπερ καὶ νῦν αὐτοὺς μετελεύσεται ἢ ἐπὶ τῆς Κλυταιμήστρας ἐστὶ τὸ λεγόμενον, τὸ δὲ οἷσιν οὐ θέμις ἐπὶ τῶν γάμων· φησὶν οὖν ὅτι ἐπέβη γάμοις ἡ Κλυταιμήστρα οἷς οὐκ ἔπρεπεν.