Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 495
Not analysed yet
495 πρὸ τῶνδέ τοι μ᾿ ἔχει: λείπει τὸ ἐλπὶς ἢ θάρσος με ἔχει μὴ πρὸ τούτων, τῶν προειρημένων, Αἴγισθόν φησι καὶ Κλυταιμήστραν, τοῦτο τὸ ὄναρ ἄψεκτον ἡμῖν προσπελάζειν ἀλλʼ ἀκουσόμεθα ψεγομένου αὐτοῦ παρὰ τῶν θεασαμένων αὐτὸν λεγόντων ὅτι κακῶν ἦν σημαντικός. ἄλλως: θαρρῶ ὅτι τοῖς δρῶσι ταῦτα τὰ ἄδικα καὶ συνδρῶσιν αὐτοῖς οὐκ ἔσται ἄψεκτος ὁ ὄνειρος· παθόντες γὰρ ψέξουσι τὸ ὀφθέν. ἔχει θάρσος· τὸ τοι σύνδεσμος παραπληρωματικός.