Ancient Greek · ~5 min
509 to 527
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 509-527
Not analysed yet
509 σοὶ δʼ ὑτίλλουσι στόμα. γιγνώσκουσι καὶ οὗτοι, διὰ δὲ σὲ τὸ στόμα συστέλλουσι καὶ σιωπῶσιν· ἢ στρέφουσι τοὺς διὰ τοῦ στόματος λόγους. 510 τῶνδε χωρὶς εἰ ἀντὶ παρὰ τούτους Fol. 55 b φρονοῦσα. 514 ἀντὶ τοῦ νέμεις. 517 οὐ γάρ τι ἀπὸ κοινοῦ τὸ ὤλετο. οὐ γάρ τι δοῦλος ἀλλʼ ἀδελφός. οὐ τοιοῦτός ἐστιν ὁ ἀπολόμενος ὥστε εἰς χάριν τοῦ Ἐτεοκλέους ἐᾶσαι αὐτὸν ἄταφον· οὐ γὰρ τοσοῦτον αὐτοῦ ὑπερβέβηκεν· οὐ δεῖ οὖν σκοπεῖν εἴ τι ἐκείνῳ ἀποθύμιον ποιῶ ἀλλʼ εἰ κοινῆς τῆς φύσεως ἔλαχον. 519 τοὺς νόμους τὸ θάπτειν. γράφε τοὺς νόμους ἴσους. 521 τίς οἶδεν εἰ κάτω στίν: γράφε κάτωθεν ἀντὶ τοῦ κάτω ὡς τὸ Αἴας δ᾿ ἐγγύθεν ἦλθε ἀντὶ τοῦ ἐγγύς· ὁ δὲ νοῦς, τίς οἶδεν εἰ καθʼ Ἅιδου ἀλλήλοις διαλλάσσοντες ἡγοῦνται εὐσεβῆ τάδε; γράφε κάτωθεν. 523 οὔτοι συνέχθειν ἀλλὰ συμφιλεῖν: τὰς φιλίας, φησί, κοινὰς ποιοῦμαι ἀλλʼ οὐ τὰς ἔχθρας· ἐν δὲ τῷ ὑπομνήματι οὕτως, εἰ καὶ ἐχθαίρουσιν ἀλλήλους οἱ ἀδελφοὶ ἐγὼ οὐ τοιαύτη εἰμὶ τὴν φύσιν ὥστε σὺν ἑτέρῳ αὐτῶν ἐχθαίρειν τὸν ἕτερον ἀλλὰ συμφιλεῖν τοῖς φιλοῦσιν. 526 εἰκὸς μὲν τὴν Ἰσμήνην ὑπὲρ τῆς ἀδελφῆς ἀγωνιῶσαν στυγνάζειν οὐδὲν δὲ ἧττον καὶ διότιὑπωπτεύθη. 527 φιλαδέλφως.