Ancient Greek
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 528
Not analysed yet
528 νεφέλη δʼ ὀφρύων ὕπερ: ἐὰν ἢ δοτικὴ τῇ νεφέλῃ ἔσται ὁ λόγος, τῇ νεφέλῃ τουτέστι τῇ στυγνότητι τῇ ὑπεράνω τῶν ὀφρύων τὸ αἱματόεν ῥέθος αἰσχύνει ἡ Ἰσμήνη τέγγουσα εὐῶπα παρειάν, ἐὰν δὲ κατʼ ὀρθὴν ᾖ ἡ νεφέλη ἔσται μεταξύ, νεφέλη δʼ ὀφρύων ὕπερ, ἵνα τὸ ἑξῆς τοῖς πρώτοις συνάπτηται, καὶ μὴν πρὸ πυλῶν ἥδ᾿ Ἰσμήνη φιλάδελφα δάκρυα λειβομένη αἱματόεν ῥέθος αἰσχύνει τέγγουσα εὐῶπα παρειάν, νεφέλη δʼ ὀφρύων ὕπερ. αἱματόεν ῥέθος αἰσχύνει: τὸ ἐπὶ τῷ προσώπῳ ἐρύθημα, ἀλληγορικῶς δὲ εἶπεν τὴν νεφέλην· ἐς γὰρ ἡ νεφέλη στυγνὴν καὶ ὁμιχλώδη τὴν ἡμέραν ποιεῖ οὕτω καὶ ταύτην διάδηλόν φησι γίνεσθαι ταῖς ὀφρύσι συνοφρυάζουσαν καὶ τὸ πρόσωπον στυγνὸν καὶ κατηφέστερον πεποιηκυῖαν.