Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 520
Not analysed yet
520 ἀλλʼ ἴσχε κἀμοῦ: καλῶς τὸ κἀμοῦ οἷον μετὰ τὸν πατέρα καὶ τὸν υἱὸν κἀμὲ ἔν τινι μοίρᾳ κατάθου· αἴσθεται γὰρ τῆς τύχης ἐν νῦν ἐστιν· αἰδημόνως δὲ αὐτὸν ὑπομιμνήσκει τὰ τῆς εὐνῆς· διὰ τούτου γὰρ μάλιστα δοκεῖ αὐτὸν πείθειν· ὁ δέ γε Εὐριπίδης μαστροπικώτατα εἰσάγει τὴν Ἑκάβην λέγουσαν ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων ίχάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;