Ancient Greek
522 to 552
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 522-552
Not analysed yet
522 ἡ φύουσα γὰρ τὴν χάριν χάρις ἐστὶ προϋπάρξασα. φύουσα. 523 ὅτου δʼ ἀπορρεῖ μνῆστις: ὧν ἀπορρεῖ ἡ μνήμη τοῦ εὖ πεπονθέναι οὗτοι οὐκ ἂν εἶεν εὐγενεῖς· σχεδὸν δὲ διὰ τούτων τῶν ἰάμβων ἥρτηται τὸ περὶ εὐχαριστίας καὶ ἀχαριστίας. οὗτινος. μνήμη. 525 ἔχειν σʼ ἂν οἶκτον: δυσωπητικὰ τὰ τοιαῦτα· εἰ γὰρ ὁ ξένος ᾤκτειρε πόσῳ μᾶλλον ὁ Αἴας; ἔλεον. 527 καὶ κάρτʼ ἐπαίνου τεύξεται: οὐχ οἷον καθʼ ἃ εἶπεν ἀλλʼ ἐὰν πείθηται κατὰ πάντα ἐμοί· ὁ γὰρ Αἴας ἐγνωκὼς ἑαυτὸν ἀποσφάττειν ἐβούλετο πρὸ τοῦ θανάτου τὸν παῖδα ἰδεῖν· εἰκότως οὖν τοῦτο πάλιν λέγει, ὅτι ἄριστόν ἐστι τὴν γυναῖκα πειθαρχεῖν εἰς ἅπαντα τῷ ἀνδρί· ἔοικεν γὰρ ὑφορᾶσθαι ὅτι ὀκνηρῶς ἐκδώσει τὸ παιδίον. 531 καὶ μὴν φόβοισί γ᾿ αὐτόν: τῶν φόβων χάριν ῥύσασθαι θέλουσα ἐξήγαγον· οὐκ ἄντικρυς μὲν ἀντιλέγει ἀναβολὰς δὲ πράττεται ὡς ὑποκεκινηκότι μὴ πιδτεύουδα. 534 πρέπον γέ τἂν ἦν δαίμονος: ἦν καὶ τοῦτο πρέπον τοῦ ἐμοῦ δαίμονος, τὸ ὑπʼ ἐμοῦ τὸν παῖδα ἀναιρεθῆναι ἀντὶ τοῦ ἔπρεπε τῇ παρούσῃ μου τύχῃ τὸ καὶ αὐτόχειρά με τοῦ παιδὸς κατασκευάσαι. 535 εἰς τοῦτο ἀρκέσαι τῷ παιδί. 537 τί σε, φησίν, ἐκ τῶν παρόντων ὠφελήσαιμι καὶ τί βούλει σοι γενέσθαι; 542 διδάσκων, παιδεύων. 543 ἐγγὺς ὄντι ἢ ἀπολιμπανομένῳ τῆς κλήσεως; 545 πρόσφερε· μή μοι οἶνον ἄειρε. 547 εἴπερ ἔστιν ἐμὸς οὐκ εὐλαβηθήσεται τὸν φόνον τῶν ποιμνίων. 548 ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτόν: νῦν τὸ ὠμοῖς ὡς κατὰ τῶν καρπῶν οἳ ὅτε εἰσὶν ὠμοὶ σκληρότεροί εἰσι καὶ ἰταμοί· μεγαλοφρονῶν δὲ νόμους τὴν φύσιν ὠνόμασεν καὶ τὸ ἔθος τοῦ γεγεννηκότος. 549 ὡς πῶλον γυμνάζειν. 550 παῖ, γένοιο πατρός. μέτριος ὁ λόγος, ἡ δὲ ὁμοία εὐχὴ καὶ παρʼ Ὁμήρῳ Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ. 552 καίτοι σε καὶ νῦν τοῦτό γε: ἐπειδὴ κατεύχεται αὐτῷ εὐτυχίαν φησὶν ὅτι καὶ νῦν σε μακαρίζω ὅτι μικρὸς ὢν οὐκ αἰσθάνῃ τῶν ἐμῶν κακῶν. μακαρίζειν.