Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 554b
Not analysed yet
554b τὸ μὴ φρονεῖν γάρ: δεῖ λαβεῖν τοῦτο ὡς ἐπὶ παιδίου· οὐ γὰρ καθόλου τὴν ἀφροσύνην προκρίνει· ὁ δὲ νοῦς, ἐν τῷ νηπίῳ κακὸν μὲν τὸ μὴ φρονεῖν κακὸν δὲ ὅμως ἀνώδυνον· καὶ Εὐριπίδης νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ· τάχιστα δὲ διὰ τῶν ἑξῆς ἐσήμανε τὸ συνεκτικὸν καὶ ὡσπερεὶ σύμβολον τῆς φρονήσεως· τὸ γὰρ διακριτικὸν τῶν χαρτῶν καὶ τῶν λυπηρῶν συνετοῦ ἐστιν.