Ancient Greek · ~4 min
556 to 565
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 556-565
Not analysed yet
556 ἀντὶ τοῦ δεῖ σε ἐκδικῆσαι τὸν πατέρα. 558 κούφοις κούφῃ καὶ ἀπαλῇ ζωῇ· τῇ δὲ μεταφορᾷ τῶν μικρῶν φυτῶν ἐχρήσατο ἅτινα οὐδὲν σφοδρὸν δύναται ὑποφέρειν, οὐ καύσωνα, οὐκ ἄνεμον. 562 διὰ τί, φησίν, ἐνταῦθα τρανῶς ἐκφέρει τὴν ἑαυτοῦ γνώμην ὁ Αἴας ὅτι δὴ ἑαυτὸν ἐξάγει τοῦ βίου; ῥητέον οὖν ὅτι ἐν ἤθει οἷον εἰ γένοιτό τις περὶ ἐμὲ συμφορὰ μὴ δείδιθι· ἕξεις γὰρ τὸν προνοοῦντα ἀντὶ ἐμοῦ· ἢ ὅτι ἐκφέρει ταῦτα ὑπὸ τοῦ πάθους προ- αγόμενος. 563 ὅμως. καὶ εἰ ἔκδημος νῦν ἐστιν. 564 τηλωπὸς οἰχνεῖ: φυλακὴν ἔχων τῶν ἐχθρῶν, λέγοι δʼ ἂν τῶν Θρᾳκῶν· περὶ γὰρ τὰ τελευταῖα τοῦ Τρωικοῦ πολέμου ἐσυμμάχουν τοῖς Τρωσὶν οἱ Θρᾷκες, γνόντες δὲ τοῦτο οἱ Ἔλληνες φρουροὺς ἔταξαν προμηνύσοντας αὐτοῖς τὴν ἐκείνων ἔφοδον ἵνα οὕτως ἐπελθόντες κατὰ τὴν ὁδὸν συμβάλωσιν αὐτοῖς πρὶν ἐλθεῖν εἰς Ἴλιον· καὶ πρέσβεις δὲ ἀποστείλαντες οὐκ ἔπεισαν. γράφε τηλουργός. γράφε φρουράν. 565 προθυμοτέρους αὐτοὺς καθίστησι· κοινὴν γὰρ καὶ ἴσην φησὶ χάριν ὁμολογεῖν ἐκείνῳ τε τῆς ὑπουργίας καὶ τούτοις τῆς ἀπαγγελίας· περιπαθῶς δὲ εἰς ἔσχατον περιεστώσης τῆς ἐλπίδος ἐμφρόνως τὰ σπουδαιότατα τοῖς ἑταίροις ἐπισκήπτει, οὐ τῇ γυναικί.