Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 57
Not analysed yet
57 χαλκόπους ὀδός: ὡς οὕτω τινὸς καλουμένου τόπου ἐν τῷ ἱερῷ, χαλκόποδος ὁδοῦ· φησὶ δὲ Ἀπολλόδωρος διʼ αὐτοῦ καταβάσιον εἶναι εἰς Ἄιδου· καὶ Ἴστρος δὲ μνημονεύει τοῦ χαλκοῦ ὁδοῦ καὶ Ἀστυδάμας· καί τις τῶν χρησμοποιῶν φησι Βοιωτοὶ δʼ ἵπποιο ποτιστείχουσι Κολωνὸν ἔνθα λίθος τρικάρανος ἔχει καὶ χάλκεος οὐδός. τὸ ἑξῆς, ὃν δʼ ἐπιστείβεις τόπον χθονὸς τῆσδε καλεῖται χαλκόπους ὀδός· οὕτω δὲ ἐκαλεῖτο διὰ τὸ εἶναι μέταλλα χαλκοῦ ἐν τῷ Κολωνῷ.