Ancient Greek · ~4 min
61 to 90
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 61-90
Not analysed yet
61 τὸ τοῦδε κοινόν: τὸ τοῦ Κολωνοῦ ὄνομα κοινὸν φέρουσι πάντες ὠνομασμένοι Κολωνιᾶται δηλονότι. 63 τῇ ξυνουσίᾳ πλέον. τῷ ἔργῳ καὶ τῇ πείρᾳ πλέον τιμώμενα, οὐ τοῖς λόγοις. 65 Κολωνιᾶται καλούμενοι. 66 ἢ πὶ τῷ πλήθει λόγος; :ἢ ἐν τῷ πλήθει ἐστὶν ἡ ἰσχὺς τουτέστι δημοκρατοῦνται. 71 ἢ καταρτύσων μόλοι; παρασκευάσων, εὐτρεπίσων· Ὅμηρος ἠρτύναντο δʼ ἐρετμὰ καὶ Κλυταιμήστρη δόλον ἤρτυε· τὸ δὲ ἑξῆς, ὡς πρὸς τί λέξων αὐτῷ μόλοι τις ἢ πρὸς τί εὐτρεπίσων αὐτὸν μολεῖν; 72 ὡς ἂν προσαρκῶν: τὰ αὐτὰ αὖθις ἐρεῖ ὅτι ἐπʼ ὠφελείᾳ τοῦτο γίνεται τῶν δεχομένων αὐτὸν καὶ θαπτόντων, ἐπὶ βλάβῃ δὲ τῶν ἀποπεμψάντων. 76 πλὴν τοῦ πλὴν τῆς τύχης. 77 αὐτόθι. 79 γε. 84 πότνιαι τὸ ἐντελὲς πότνιαι, ὁ δὲ νοῦς οὕτως, ἐπειδὴ ἦλθον πρὸς ὑμᾶς μὴ ἐναντιωθῆτέ μοι καὶ τῷ χρήσαντί μοι Ἀπόλλωνι. ὅτε, ἐπειδή. 86 ἐναντιογνώμονες, ἀσύγγνωστοι. 89 τερμίαν: αὑτῷ εἱμαρμένην, ἐφʼ ἦς ἔμελλε τὸ τέλος τοῦ βίου εὑρήσειν. 90 γράφεται καὶ κατάστασιν.