Ancient Greek · ~8 min
590 to 685
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 590-685
Not analysed yet
590 σὲ θήσομαι τῶνδʼ αἴτιόν σε ποιήσω τῶν πραττομένων. ποιοῦ ποιοῦ με αἴτιον ὧν μέλλεις λέγειν. 591 τώδʼ περ οὔτοι οὕσπερ κλύεις. 593 ἢ ὄντως μήν. 597 τοῦ Διομήδους. εὐτολμότερος ἦν εἰς τὸ δρᾶσαι. 598 τίνος πράγματος χάριν οὕτω διὰ τοσούτου χρόνου ἐπεστράφησαν καὶ φροντίδα ἐποιήσαντο τοῦ Φιλοκτήτου οἱ Ἀτρεῖδαι τοῦ πάλαι ἐξ αὐτῶν ἀποβληθέντος; 601 φθόνος. 606 ὁ Ὀδυσσεύς. 607 ὁ πάντ᾿ ἀκούων ὁ ὑπὸ πάντων ὑβριζόμενος. 609 οὐχ ἀπλῶς εἶπεν τὴν θήραν καλὴν ἀλλὰ διὰ τὴν πόρθησιν τῆς Ἰλίου· αὐτὸς γὰρ ἑρμηνεύει τὸν τρόπον τῆς πορθήσεως. 616 δείξειν. 619 ὑπέσχετο, ἐπηγγείλατο. 620 λείπει Ποίαντος. 623 πέμψειν. 625 οὑκείνρυ πατήρ: ὁ Σίσυφος· μέλλων γὰρ τελευτᾶν παρήγγειλε τῇ γυναικὶ αὐτὸν ἄθαπτον καταλιπεῖν καὶ κατελθὼν εἰς Ἅιδου τῶν γε νενομισμένων μὴ τυχὼν κατηγόρησε τῆς γυναικὸς παρὰ τῷ Ἀιδωνεῖ ἠξίου τε ἀνελθεῖν καὶ τὴν γυναῖκα τιμωρήσασθαι· ἀνελθὼν δὲ οὐκέτι ὑπέστρεψεν ἕως μετὰ ἀνάγκης κατῆλθεν· ἐκ πατρὸς οὖν πανοῦργος Ὀδυσσεύς. 628 ἀποφατικῶς ἢ ἐρωτηματικῶς. 631 τάχιον ἂν πεισθείην τῇ ἐχίδνῃ ἢ τῷ Ὀδυσσεῖ. 636 διίστησιν. 637 τὸ ἐν καιρῷ σπουδάζειν ἀνάπαυλαν ἄγει ὕστερον. 639 ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἐπὰν παύσηται ὁ ἄνεμος ἐναντιούμενος. παρῇ. 640 ἐναντίον πνέει. 642 μὴ εὐλαβηθῇς, φησί· κἀκείνοις γὰρ τὰ ἐναντία πνεύματα ἀντὶ τὰ ἡμᾶς ἐπέχοντα κἀκείνους ἐπέχει. 643 τοῖς γὰρ κακούργοις οὐκ ἔστιν ἐναντίος ἄνεμος· ἐν τῇ συγχύσει γὰρ μᾶλλον ἰσχύουσιν. 648 τί ἔχεις ὅπερ ἡ ἐμὴ ναῦς οὐκ ἔχει; ἀντὶ οὐδὲν ἡμῖν λείπει. 650 κατακοιμίζω, πραΰνω. 653 παρεκπέπτωκεν. 665 ὃς ἐποίησάς με τῶν ἐχθρῶν ὑπερέχειν ὄντα αὐτῶν ἐλάττονα. 668 καὶ δόντι ἀντὶ ἀποδοῦναί μοι τῷ δόντι σοι. 670 αὐτὸς γὰρ ὑφῆψε τῷ Ἡρακλεῖ τὴν πυράν. 672 γνώμη. 676 λόγῳ μὲν ἀκούω τὸ τοῦ Ἰξίονος πάθος ὅτι τροχάζεται (πελάταν δὲ αὐτὸν λέκτρων Διὸς εἶπεν τὸν πειράσαι βουληθέντα τὰ τοῦ Διὸς λέκτρα), ὃν ἔδησεν ὁ Ζεύς, μὴ μέντοι ἑορακέναι μείζονα τῆς Φιλοκτήτου νόσου. 677 τὸν πελάταν τὸν βουληθέντα ἐπιβῆναι τῇ εὐνῇ τοῦ Διός. 678 κατʼ ἄμπυκα κατὰ τὸν τροχὸν δεδεμένον. 679 τὸν περιφερόμενον ἐν τῷ δρόμῳ. 680 βασιλεύς. 682 μοίρᾳ —δυστυχίᾳ, τύχῃ στυγερωτέρᾳ . 684 οὔτʼ οὔθʼ ἔρξας. ἀποστερήσας. 685 ἐν ἐν δικαίοις.