Ancient Greek · ~4 min
687 to 700
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 687-700
Not analysed yet
687 θαυμάζω πῶς ὑπέμεινεν ἀεὶ ἐν κλυζομένοις κύμασιν ἔχων καταγωγὴν καὶ ἔρημον παντάπασιν. 688 ἑκατέρωθεν πληττόντων· τὰ γὰρ κύματα κλύζονται κατʼ ἀμφοτέραν ὄχθην τῆς θαλάσσης. 690 ζωήν, διαγωγήν. 691 ὅπου αὐτὸς μόνος ὑπὸ ἀνέμων βαλλόμενος, πρὸς ἄνεμον τετραμμένος ἦν. πόδα. 692 οὐδέ τινʼ λείπει ἔχων. κακογείτονα: οὐ μόνον ὅπου καλὸν οὐκ εἶχε γείτονα ἀλλʼ οὐδὲ κακὸν παρʼ οὐ ἀμοιβαῖον λόγον στενάζων ἀκούσεται· τὸ δὲ ἑξῆς οὕτω δεῖ λαβεῖν, οὐδέ τινα ἐγχώρων ἔχων παρʼ δὴ τὸν κακογείτονα αἱματηρὸν στόνον ἀποκλαύσειεν· τὸ κακογείτονα γὰρ οὐ πρὸς τούς ἐνοικοῦντας ἀλλʼ εἴπερ τις ἐτύγχανεν αὐτῷ συνοικῶν ὁ τούτου στόνος κακογείτων ἂν ἦ ἐκείνῳ. 693 ἀμοιβαῖον. 696 οὐδʼ ὃς τὰν θερμοτάταν: οὐδʼ ὃς τὴν θερμοτάτην καὶ ἀγρίαν αἱμάδα, τὴν τοῦ αἵματος ῥύσιν, ἀναδιδομένην ἐκ τῶν ἑλκῶν τοῦ θηροδήκτου ποδὸς ἠπίοις φύλλοις κατευνάσειεν εἴ τις ἐμπέσοι. 697 ἀναδιδομένην· παρὰ τὸ μέλαν δʼ ἀνεκήκιεν αἷμα. 698 ἀντὶ τοῦ ὅλως οὐκ ἔχων οὐδὲ ὅστις ἕλοι φύλλον αὐτῷ ἐκ τῆς γῆς ἢ ὄρνιν τοξευθέντα ὑπὸ Φιλοκτήτου καὶ πεσόντα εἰς τὴν γῆν. 700 τῆς πάντα τρεφούσης.