Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 596
Not analysed yet
596 κλεινὰ Σαλαμίς. συγκέκλειται ὁ Αἴας διαχρησόμενος ἑαυτόν, ἔπειτα δὲ οἱ ἀπὸ τοῦ χοροῦ λόγον περιπαθῆ διεξίασι· πρὸς μὲν γὰρ αὐτὸν λέγειν οὐκ ἦν εἰσελθόντα ἤδη γέγονε δὲ αὐτοῖς ἀπολόφυρσις ἐπὶ τὰ οἰκεῖα· καὶ ἔχει ἀκολουθίαν τὰ χορικά· ἀπεστερημένοι γὰρ τοῦ ἄρχοντος καὶ ἄλλην ἀποστροφὴν οὐκ ἔχοντες περὶ τῆς πατρίδος τὸν λόγον ποιοῦνται ἐκτιθέμενοι ἐν οἷς εἰσι χαλεποῖς καὶ ἐν οἷς ἔσονται οἱ γονεῖς αὐτοῦ πυθόμενοι ταῦτα. τὸ ἦθος ἐμιμήσατο τῶν ἀφεστώτων τῆς ὁπόταν γὰρ δυσχερές τι ἀπαντᾷ μακαρίζειν εἰώθασι τὰς πατρίδας.