Ancient Greek
571 to 594
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 571-594
Not analysed yet
571 ἕως τελευτήσωσι. 572 πιθανῶς τὸν Αἴαντα ἐπὶ τὸν περὶ τῶν ὅπλων λόγον ἰέναι συνεχῶς· ἅπτεται γὰρ αὐτοῦ μάλιστα· ἀνθρώπινον δὲ καὶ μάλα φυσικὸν τὸ συνεχέστερον μεμνῆσθαι περὶ ὧν ἐν νῷ ἔχομεν. ἀγωνοθέται. 573 ὁ λυμεὼν ὁ Ὀδυσσεύς. 574 ἀλλʼ αὐτό μοι σύ, παῖ: πέπεισται ὡς οὐδὲν ἀπολειψομένου τοῦ παιδὸς τῆς αὐτοῦ ἀρετῆς· τὸ μὲν σάκος διὰ τὸ ἐξαίρετον τῷ παιδὶ φυλάσσειν κελεύει τὰ δὲ ἄλλα τεύχη συνθάψαι φησίν· ἐπίσταται γὰρ καὶ αὐτὰ περιμάχητα ἐσόμενα· οἶδεν καὶ Ὅμηρος ὅπλα δυγκαιόμενα ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν. 579 κατὰ τῶν σκηνῶν. 581 ἀσφαλίζου. οὐ πρὸς ἰατροῦ σοφοῦ: οὐκ ἔστιν ἰατροῦ σοφοῦ ἐπῳδαῖς χρῆσθαι τοῦ τραύματος ἤδη τομῆς δεομένου. 582 θρηνεῖν ἐπιφωνεῖν καὶ ἐπᾴδειν. τομῆς δεομένῳ. γράφε τραύματι. 586 μὴ νῦν τὸ μὴ περιεργεῖν· ἐν τούτῳ γὰρ μάλιστα ἡ σωφροσύνη ταῖς γυναιξὶ διασῴζεται, εἰ μὴ περιεργάζοιντο ὅ τι πράττει ὁ ἀνήρ. 589 οὐ κάτοισθʼ ἐγὼ θεοῖς ὡς οὐδὲν ἀρκεῖν: οὐκέτι, φησίν, ἐν τούτῳ εἰμὶ ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν· ἢ οὕτως, ὡς οὐκέτι τοῖς θεοῖς ὀφείλω ἐγὼ ἐπαρκεῖν ἀντὶ οὐδὲν ἐπὶ τιμῇ πράττειν τῶν θεῶν πρὸς ὃ καὶ ἡ Τέκμησσα ἐπάγει εὔφημα φώνει. 591 τοῖς τοῖς πειθομένοις. 593 οὐ ξυνέρξεθʼ ἀποκλείσατε. τοῖς θεράπουσι κελεύει αὐτὴν ἀποκλείειν. 594 ἀντὶ τοῦ μεταβάλλου. μῶρά μοι εὐήθης εἶ νῦν βουλομένη με μαλάσσειν ἐξακμάσαντος τοῦ καιροῦ. γράφε λέγειν.