Ancient Greek · ~2 min
606 to 612
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 606-612
Not analysed yet
606 κακὴν ἐλπίδα ἔχων πῶς με δεῖ τὸν Ἅιδην ἀνύσειν ἀντὶ τοῦ οὐδὲν ἀγαθὸν προσδοκῶν ἀλλὰ κακῶς τελευτήσειν ἐν τῷ πολέμῳ ἐλπίζων. κακὰν τὴν τοῦ θανάτου. 607 ἐκπρᾶξαι. λείπει τὸ δεῖ. 609 καί μοι δυσθεράπευτος Αἴας: οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστί μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός· τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος· ἔφεδρος δέ ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν· ἐνταῦθα οὖν φησιν ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. 611 ξύναυλος. παρὰ τὰ ἐναυλίσματα. 612 ἀντὶ ἔπεμψας ὧδε.