Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 614
Not analysed yet
614 νῦν δʼ αὖ φρενὸς οἰοβώτας: αὐθαίρετος, ὡς ἂν εἴποι τις αὐτὸς τὴν ἑαυτοῦ διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος ἢ μονωθεὶς ἐκ τῆς φρενὸς ἢ μονότροπος, μεμονωμένος τῷ λογισμῷ ἢ ποιμαίνων τὴν ἑαυτοῦ διάνοιαν καὶ μόναρχος ὢν τῷ λογισμῷ ἢ οἷον διεσθίων αὐτοῦ τὴν φρένα παρὰ τὴν βόσιν ἢ ὁ βαίνων ἐν ἐρημίᾳ διὰ τὸ συγκεκλεικέναι ἑαυτόν· καὶ ὅμοιόν ἐστι τῷ ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· ἢ φρενὸς οἰοβώτας οὐ σὺν φρεσὶν ἀλλʼ ἐκτὸς φρενῶν διάγων.