Ancient Greek · ~8 min
607 to 643
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 607-643
Not analysed yet
607 εἴτε στόμαργον: εἰ γέγονα τούτοις τοῖς κακοῖς ενοχος, στόμαργος καὶ ἀναιδὴς ὡς φής, οὐ καταισχύνω σου τὴν φύσιν ἐλάττων σου οὖσα ἀλλʼ ὁμοία σοι φανήσομαι. ζηλῶ σε, φησίν· ὥσπερ γὰρ σὺ κατὰ Ἀγαμέμνονος Αἴγισθον ἔθρεψας οὕτως κατὰ σοῦ τὸν Ὀῥέστην ἐγώ. φλύαρον. 610 ὁρῶ μένος πνέουσαν; ὁ χορὸς τεθαυμακὼς ἐπὶ τοῖς λόγοις φησίν, ὁρῶ μένος πνέουσαν τὴν παῖδα, εἰ δὲ σῦν δίκῃ αὐτῇ τοῦτο τὸ μένος σύνεστιν τούτου φροντίδα οὐκέτι ὁρῶ γινομένην ὑπό τινος· εὐσχημόνως δὲ ἐς τὴν Κλυταιμήστραν τὸν λόγον ἀποτείνουσιν· ἀντιλαμβανομένη οὖν ἐκείνη τοῦ λόγου φησὶ ποίας δέ μοι δεῖ πρός γε τήνδε φροντίδος; 611 οὐκέτʼ ἀντὶ τοῦ οὐκ ἐννοῶ. 614 καὶ ταῦτα τηλικοῦτος: ὑπὲρ ἐπιτάσεως, ὅτι εἰ καὶ δοίη τις ἐξουσίαν ἀντιλέγειν τοῖς γονεῦσιν ἀλλ᾿ οὐ ταύτῃ παρθένῳ οὔσῃ ἔπρεπε τηλικαύτῃ. 615 αἰσχύνης ἀντὶ τοῦ ἀναισχύντως. 616 κἀγώ, φησίν, αἰσθάνομαι ἐπονείδιστα πράσσουσα καὶ οὐ κατὰ τὴν ἐμὴν ὥραν. 620 ἐμφαντικώτερον τὸ ἐξαναγκάζει με διὰ τῆς προθέσεως. 622 τοῦτο ὅμοιόν ἐστι τῷ εὖ νυν ἐπίστω καὶ τὰ ἑξῆς. ἦ σ᾿ ἐγὼ καὶ τἄμ’ ἔπη: ὡς δὴ καὶ τοῖς ἔργοις καὶ τοῖς λόγοις μετριάζουσα πρὸς αὐτὴν ταῦτά φησιν ἡ Κλυταιμήστρα. 627 πιθανῶς ἐπὶ τὸν ἀγρὸν ἔφη τὸν Αἴγισθον ὑπὲρ τοῦ παρρησίαν δοθῆναι τῇ κόρῃ. 628 πρὸς ὀργήν: οὐκ ἐμμένεις οἷς πρότερον εἶπας· ἔφη γὰρ καὶ μὴν ἐφίημι· πιθανῶς δέ οὐ γὰρ χρὴ ἐν ταῖς ἀντιλογίαις θυμοῦσθαι τὸν ἡττώμενον. 632 ἐῶ, κελεύω: δεῖ γὰρ καὶ προκόπτειν τὴν ὑπόθεσιν διὸ οὐ ποιεῖται πλείονας ἀντιρρήσεις. 634 ἔπαιρε δὴ σύ: πρὸς θεράπαινάν φησι· θύματα δὲ θυμιάματα. 635 ἐπεὶ πανοσπρία ἔθυον τοῖς θεοῖς. 637 ὅτι πρὸ τῶν θυρῶν ἵδρυται. 638 λόγον. οὐ γὰρ ἐν φίλοις: οὐκ εἰς τὸν χορὸν ἀποτείνεται ἀλλʼ εἰς τὴν Ἠλέκτρον. 642 σπείρῃ ματαίαν; τὸ ματαίαν οὐκ ἔστι ψευδῆ ἀλλʼ ἀνωφελῆ· τί γὰρ πράξει τοὺς κρατοῦντας διαβάλλουσα; κενήν, διὰ τὸ μηδὲν αὐτὴν δύνασθαι πρᾶξαι. 643 ἀλλʼ ὧδʼ ἄκουε: οὕτως ἐμοῦ λεγούσης· τῇδε γὰρ ἀντὶ τούτῳ τῷ τρόπῳ.