Ancient Greek · ~7 min
540 to 595
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 540-595
Not analysed yet
540 ἀντὶ τῆς Ἰφιγενείας. 542 ἢ τῶν ἐμῶν Ἅιδης: τὸ ἑξῆς, ἢ τῶν ἐμῶν τέκνων δαίσασθαι πλέον ἵμερόν τινα Ἄιδης ἔσχεν ἢ τῶν ἐκείνης; 545 ἠμελεῖτο, παρῃρεῖτο. 550 δύσθυμος: κακόβουλος. 551 γνώμην δικαίαν: οἷον λογισμῷ χρησαμένη δικαίῳ τότε τοὺς πέλας ψέγε ἡμᾶς μὴ τὸ πᾶν ὀργῇ καταχαριζομένη. τινὲς τοὺς πέλας τοὺς περὶ Ἀγαμέμνονα. 552 ἐρεῖς μὲν οὐχὶ νῦν: οὐκ ἂν εἴποις νῦν ὅτι λυπήσασά σε τοιαῦτα ἀντακήκοα σου· ἐμοῦ γὰρ εἰπούσης οὐδὲν σὺ προκατήρξω τῆς εἰς ἐμὲ λοιδορίας. 556 εἰ δέ μʼ ὧδ’ ἀεὶ λόγοις: εἰ πρὸ τῶν λόγων ἐπυνθάνου εἰ τὸ λέγειν σοι ἐφίημι οὐκ ἂν ἦς λυπηρά. 558 πατέρα φὴς κτεῖναι: ὡς ῥήτωρ διεῖλεν εἰς κεφάλαια τὸν λόγον· καὶ πρῶτον κεφάλαιον ὅτι οὐδὲν χαλεπώτερον τούτου εἴ γε δικαίως, δεύτερον ὅτι οὐ δικαίως ἀλλὰ πεισθεῖσα Αἰγίσθῳ· δείκνυσι δὲ ὅτι ἀκουσίως ὁ Ἀγαμέμνων ἔθυσεν τὴν Ἰφιγένειαν ἐν τῇ Αὐλίδι. 561 ὡς οὐ δίκῃ γ᾿ ἔκτεινας. ἐναντίον τῷ ἡ γὰρ δίκη νιν εἷλεν τὸ ὡς οὐ δίκῃ γ᾿ ἔκτεινας. ἀλλὰ σ᾿ ἔσπασεν πειθώ: αὕτη γὰρ ἀπόδειξις οὐ διὰ τὴν θυγατέρα ἀλλὰ διὰ τὸν μοιχὸν πεφονεῦσθαι τὸν Ἀγαμέμνονα, τὸ καὶ μέχρι τοῦ νῦν αὐτῷ συνεῖναι καὶ συνοικεῖν. παρήγαγεν, παρέπεισεν. 563 τίνος |λείπει ἡ διά. 567 ἐξεδίωξεν. 575 πολλὰ κἀντιβάς: ἀντιπαραταττόμενος καὶ μὴ βουλόμενος· διὰ δὲ τῆς λέξεως δηλοῖ τὸ ἀκούσιον τῆς προαιρέσεως. 577 εἰ δʼ οὖν· ἐρῶ γὰρ καὶ τὸ σόν: πιθανῶς κατασκευάζει ὅτι εἰ νομοθετεῖς ἄλλον ἀντʼ ἄλλου ἀναιρεῖσθαι κατὰ σαυτῆς νομοθετεῖς. 583 πρώτη θάνοις ἀντὶ τοῦ Ἀγαμέμνονος. 584 ἀλλʼ εἰσόρα: ὅρα, φησί, μὴ παρακάλυμμα τῶν σαυτῆς ἀδικημάτων ταύτην κομίζῃ τὴν πρόφασιν. 591 ἐπαινέσαιμʼ γράφε ἐπαινέσωμεν. 595 ἐπεὶ πάνυ αὐτὴν διήλεγξεν ἐπὶ τῇ μοιχείᾳ ὥσπερ ἐπιλαμβανομένη αὐτῆς κἀκείνην ἐκμειλισσομένη φησὶν ὅτι οὐδὲ νουθετεῖν σε δεῖ· χαλεπαίνεις γὰρ ὡς λοιδορουμένη· τὸν ἔλεγχον οὖν νουθεσίαν ὠνόμασεν.