Ancient Greek
614 to 653
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 614-2-653
Not analysed yet
614 ὁ κατὰ πᾶσαν πόλιν ἕρπων νόμος ὅ ἐστι πάντες ἄνθρωποι. 615 ἁ γὰρ δὴ πολύπλαγκτος: οὐδέν, φησί, περὶ τῶν μελλόντων ἐπίστανται οἱ ἄνθρωποι ὥσπερ ὁ Ζεύς, ἠπάτησε δὲ πολλοὺς ἡ ἐλπὶς κουφόνους ἔρωτας ἐμβάλλουσα· τὰ ἀδύνατα γὰρ ἐλπίσαντες ἐσφάλησαν· ἔρωτας δέ φησι καὶ τὰς ἐπιθυμίας. 617 κουφονόων ἐρώτων: ἀντὶ τοῦ τῶν κούφων ἐπιθυμιῶν ἐν αἷς πολλοὶ ἠπάτηνται ἕτερα προσδοκήσαντες ἑτέρων ἀποβάντων. 618 τῷ ἀνθρώπῳ οὐδὲν εἰδότι ἐπέρχεται. 619 (προσ)αίρῃ. προσφέρῃ· πρὶν τοῖς δεινοῖς ἐπικύρσῃ καὶ εἰς αὐτὸν ἐμπέσῃ τὸν κίνδυνον. 620 σοφίᾳ γὰρ ἔκ του |κλεινὸν ἔπος: μετὰ σοφίας γὰρ ὑπό τινος ἀοίδιμον καὶ κλεινὸν ἔπος πέφανται, τὸ ὅταν δʼ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακὰ τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται. 625 ἀντὶ τοῦ οὐδὲ ὀλίγον. 629 τάλιδος: τᾶλις λέγεται παῤ Αἰολεῦσιν ἡ ὀνομασθεῖσά τινι νύμφη· Καλλίμαχος αὐτίκα τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ. τῆς νύμφης. τῆς μελλογάμου νύμφης. λείπει ἡ διά, διὰ τὸν μόρον. 630 ὑπὲρ τῆς τῶν λεχέων ἀποτυχίας ἀχθόμενος. 631 τάχ᾿ εἰσόμεσθα: ὁ λόγος παροιμιακῶς ὁπότε μὴ στοχασμῷ χρώμεθα ἀλλʼ αὐτόπται τῶν πραγμάτων γινόμεθα· προγιγνώσκει μὲν γὰρ καὶ ὁ μάντις ἀλλὰ στοχασμῷ χρῆται· τάχα οὖν ἀκριβῶς γνώσομαι ταῦτα παρὰ τοῦ παιδὸς πυνθανόμενος. 632 τελείαν ψῆφον; τελείαν τὴν ἤδη τετελεσμένην· τοῦτο δέ φησιν ὡς μὴ μεταβουλευσόμενος· ἢ τὴν τέλος ἐπάγουσαν τῇ Ἀντιγόνῃ. 633 γράφε θυμαίνων. 635 παρέλκει τὸ ἔχων. 636 ὀρθῶς καθηγῇ. 637 ἐμοὶ γὰρ οὐδεὶς ἀξίως: οὐδείς μοι προκριθήσεται γάμος τῆς σῆς ἀρχῆς, καλῶς σοῦ ἄρχοντος· πανταχοῦ δὲ μετὰ παρατηρήσεως. 638 μείζων προκρίνεσθαι. 639 διὰ στέρνων ἀντὶ τοῦ ἐνθυμεῖσθαι. 640 γνώμης πατρῴας πάντʼ ὄπισθεν: οἷον τῆς πατρῴας γνώμης πάντα εἶναι δεύτερα οἷον χρὴ τὴν πατρῴαν πράττοντα γνώμην περὶ τῶν ἄλλων οὐδένα λόγον ἔχειν· ἀσφαλῶς δὲ προσέθηκε τὸ πάντα μὴ ἄρα ἐκ τοῦ παιδὸς ὑπαντηθῇ ὅτι πλὴν τῶν χρησίμων. 646 γράφε πέδας ἵνʼ ᾖ ἐμπόδιον, δεσμούς, κώλυμα τοῦ πράττειν ἃ βούλεται. 650 ἀηδές. παραγκάλισμα: φίλημα, στέργηθρον, κοινώνημα, παρακοίμημα, περιπλοκή. 653 καταπτύσας, ἐν οὐδενὶ λόγῳ θέμενος, καταφρονήσας.