Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 613
Not analysed yet
613 νόμος ὅδʹ, οὐδὲν ἕρπει: οὐδείς, φησίν, ἔστι νόμος ἐν πάσαις ταῖς πόλεσιν ὥστε φεύγειν τοὺς ἀνθρώπους τὸ συμβησόμενον· ἢ οὕτως, οὐδείς ἐστι νόμος ὃς δύναται τῶν ἤδη τελειωθέντων κακῶν προσάγειν βοήθειαν ἢ οὕτως, ὁ δὲ νόμος ὁ πάντων ἀνθρώπων κοινὸς τοῦτο ἔχει, μηδένα ζῆν ἄνευ λύπης. ὁ λόγος, σὺ μέν, Ζεῦ, ἀγήρως τε καὶ δυνάστης εἰς ἅπαντα τὸν χρόνον εἶ ἡ δὲ τῶν ἀνθρώπων πολιτεία οὐδέποτε χωρὶς κακῶν ἐστιν.