Ancient Greek
659 to 728
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 659-728
Not analysed yet
659 εἰ γὰρ τοὺς ἐμούς, φησίν, ἀκόσμως βιοῦντας μὴ τιμωρησαίμην οὐδὲ τῶν ξένων περιγενήσομαι· ἀπὸ κοινοῦ δὲ τὸ θρέψω. συγγενῆ. 660 θρέψω: ἀντὶ τοῦ ἕξω. 661 εἰ οὖν τηροίην τὰ νόμιμα καὶ τὰ δίκαια ἐπὶ τῆς ἐμαυτοῦ πρώτως οἰκίας τηροίην ἂν αὐτὰ καὶ ἐπὶ τῆς πόλεως. 663 λείπει τὸ δίκαιον. 666 καταστήσειεν ἄρχοντα. 667 τὰ ἐναντία τῶν δικαίων δῆλον ὅτι. 668 τοῦτον: τὸν τῷ βασιλεῖ πειθόμενον. 670 ἀντὶ τῆς μάχης. 672 ἀντὶ τοῦ ἀπειθείας. γάρ. 675 τροπὰς ἐκ γὰρ διαρρήξεως στρατοῦ τροπὴ γίνεται. τῶν δʼ τῶν ἀρχομένων. 676 αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἢ πέφανται. 677 τὰ τῶν νόμων. τοῖς τοῖς ἄρχουσιν· Ὅμηρος κοσμήτορε λαῶν. 681 εἰ μὴ τῆς φρονήσεως ὑπὸ τοῦ γήρως σεσυλήμεθα λέγειν φρονούντως δοκεῖς περὶ ὧν λέγεις· ὁ δὲ λόγος πάνυ πρεσβυτικῶς καὶ αἰδημόνως εἴρηται. σεσυλήμεθα. 684 κτ(ημάτων). 685 ἐγὼ δὲ οὐ δύναμαι ταῦτα ἀποδέξασθαι ἐπειδὴ μὴ καλῶς ταῦτα λέγεις. 687 δυνατόν σε καὶ ἑτέρως καλῶς μεταβουλεύσασθαι. 688 σοὶ δʼ οὖν γράφε σὺ δʼ οὐ πέφυκας. 690 τὸ σὸν ὄμμα, φησί, τοιοῦτόν ἐστιν ὥστε μηδένα τῶν πολιτῶν ἀντικρύ σου λέγειν τοιαῦτα οἷς σὺ μὴ τέρψῃ· ἐμοὶ δὲ πάρεστιν ἀκούειν τῶν λάθρᾳ κατὰ σοῦ λεγομένων. 691 λόγοις τοιούτοις: λείπει τὸ χρῆσθαι. 692 ὑπὸ λαθραίως. 696 διὰ τούτων ὑπεραπολογεῖται τῆς κόρης ὑπερευπρεπῶς τῇ πόλει περιθεὶς τὸν λόγον. 697 γράφε λύκων. 699 γράφεται καὶ στήλης. 700 σκοτεινή, λαθραία σου. 709 διαπτυχθέντες: ἀνακαλυφθέντες· μετέβη δὲ ἀπὸ ἑνικοῦ ἀριθμοῦ τοῦ ὅστις γὰρ εἰς πληθυντικὸν τὸ οὗτοι. 711 καὶ τὸ μὴ τείνειν ἄγαν. μὴ αὐθάδη εἶναι ἀντιτείνοντα τοῖς συμβουλεύουσιν· τοῦτο δὲ παρὰ Σόλωνος γηράσκω δʼ αἰεὶ πάντα διδασκόμενος· Καλλίμαχος: 714 αὐτόριζα. 716 ὑπείκει τοῖς ἱστίοις μὴ ἐγχαλάσῃ. ἀντὶ ὑπτίως. 717 στρέψας τὴν ναῦν. 718 μετάνοιαν. 719 ἀντὶ τοῦ εἰ οἷός τέ εἰμι λέγειν κἀγὼ διὰ τὸ νέον. 720 πρεσβεύειν: ὑπερέχειν· ἐγώ, φησί, τοῦτο οἶμαι ὑπερέχειν, τὸ τὸν ἄνθρωπον φῦναι πάντα ἐπιστάμενον· Ἡσίοδος οὗτος μὲν πανάριστος ὃς αὐτῷ πάντα νοήσῃ. 722 εἰ δʼ εἰ δέ τις ἀνόητος εὑρεθῇ· Δίδυμος δέ φησι 728 μηδὲν διδάσκου ὃ μὴ δίκαιόν ἐστί σοι μανθάνειν· ἢ μηδὲν ἔστω ὃ μὴ δίκαιον.