Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 633
Not analysed yet
633 ναύλοχα καὶ πετραῖα: δοκεῖ τοῦτο παρʼ ἱστορίαν εἶναι· φασὶ γὰρ πρῶτον ἐν Τραχῖνι τῷ Ἡρακλεῖ ἀναδεδόσθαι, ἐνταῦθα δὲ ὡς προϋπαρχόντων αὐτῶν φησιν. ναύλοχα: ὁ χορὸς τοὺς περὶ τὴν ἴτην οἰκοῦντας προσκαλεῖται ἐπὶ τὸ πανηγυρίσαι διὰ τὴν προσδοκωμένην ἐπιδημίαν τοῦ Ἡρακλέους· ὁ δὲ νοῦς, οἱ τὰ παραθαλάσσια θερμὰ λουτρὰ ἐνοικοῦντες καὶ οἱ παρὰ τοὺς τραχεῖς καὶ ὀρεινοὺς τόπους τῆς Οἴτης καὶ τὸν Μηλιακὸν κόλπον ἔτι τε τὴν ἀκτὴν τῆς χρυσοτόξου, Ἀρτέμιδος, ἔνθα φασὶν εἶναι τῶν Ἑλλήνων τὰ συνέδρια, ἄρτι ὁ καλλιφωνότατος πάλιν ἥξει αὐλὸς καὶ καταλήψεται ὑμῶν τὰς ἀκοὰς ἡδύ τι καὶ μουσικὸν προσπνέων, οὐκ ἐχθρὰν οὐδʼ ἀπευκτὴν φωνὴν ἀλλὰ θείας μούσης ἀντίλυρον ὅ ἐστι φωνῆς γλυκείας. ναύλοχα. παραθαλάττια λουτρά· φησὶ δὲ τὰ Ἡράκλεια ἅπερ λέγεται αὐτῷ ἡ Ἥρα ἀνεῖναι· πετραῖα δὲ διὰ τὸ ἐν ὄρει τῇ Οἴτη κεῖσθαι· ἔνιοι δὲ ἐν Σικελίρᾳ φασὶν ἀναδοθῆναι τῷ Ἡρακλεῖ τὰ θερμὰ λουτρά.