Ancient Greek · ~2 min
628 to 630
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 628-630
Not analysed yet
628 προσδέγματα: ὑποδοχάς· λέγει δὲ ὅτι οἶσθα πῶς φιλοφρόνως αὐτὴν προσηκάμην· καὶ τοῦτο δὲ ἐπαγωγὸν πρὸς Ἡρακλέα εἴ γε τὴν ὑπονοουμένην φιλοφρόνως προσεδέξατο. 629 ὥστʼ ἐκπλαγῆναι: ὅτι ἀσμένως αὐτὴν ὑπεδέξω ὡς θαυμάσαι με καὶ ἐπὶ τούτῳ χαρῆναι. 630 δέδοικα γάρ: δέδοικα γάρ, φησί, μὴ πρὸ καιροῦ εἴποις τὸν ἐξ ἐμοῦ πόθον ἕως μάθωμεν εἰ καὶ αὐτὸς ἡμᾶς ποθεῖ· διὰ δὲ τούτων ἐρεθίζει αὐτὸν πλέον εἰπεῖν.