Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 635
Not analysed yet
635 κρείσσων γὰρ Ἅιδᾳ κεύθων; κρείσσων γάρ ἐστιν ὁ τεθνηκὼς ἢ ὁ ζῶν καὶ νοσῶν μάτην ὅ ἐστι μεμηνώς· μάτην γὰρ νοσεῖν τὸ ἀθεραπεύτως μαίνεσθαι· οὐ λέγει δὲ ὅτι ὅταν αὐτὸν πύθηται τετελευτηκότα. ὁ γὰρ μεμηνὼς καὶ τὰς φρένας διεφθαρμένος κρείσσων Ἄιδᾳ κεύθων οἷον ἄμεινον τῷ μεμηνότι ἐξιέναι τοῦ βίου· οἷον ἡ μήτηρ ἡγήσεται κρείσσονα τὸν θάνατον τῆς τοῦ Αἴαντος μανίας.