Ancient Greek · ~2 min
636 to 645
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 636-645
Not analysed yet
636 ὃς ἄνωθεν κατὰ πατρῴας γενεᾶς ἄριστος ἥκων (λείπει γὰρ τὸ ἄριστος) ὥστε προέχειν ἀπάντων τῶν Ἑλλήνων κατὰ γένος νῦν οὐκέτι τοῖς πρώτοις ἥθεσιν ἐμμένει. λείπει τὸ ἄριστος. 640 τρόποις. 641 ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Τελαμῶνα, οἴαν σε μένει πυθέσθαι, τοιαύτην ἄτην οἴαν οὐδεὶς πέπονθεν τῶν Αἰακιδῶν· παραμυθία γάρ ἐστι τὸ μετέχειν τινὰ τῶν τοῦ γένους τῶν αὐτῶν κακῶν. 644 ἔσχεν. 645 τοῦ Αἴαντος.