Ancient Greek · ~2 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 638
Not analysed yet
638 ἔνθʼ Ἑλλάνων ἀγοραί: ὅπου συνάγονται οἱ Ἀμφικτύονες εἰς τὴν λεγομένην Πυλαίαν περὶ ἧς Ἀγάθων φησὶ Πυλάδην τὸν Στροφίου πρῶτον συστῇσασθαι ἐν τῇ Φωκίδι καθαιρόμενον τὸ ἐπὶ Κλυταιμήστρᾳ μύσος καὶ ἀπʼ αὐτοῦ τὴν σύνοδον Πυλαίαν φησὶ προσαγορεύεσθαι· ἢ ὅτι πύλη τῆς Τραχῖνός ἐστιν. εἰς τὸ αὐτό: τὴν Μαγνησίαν ἔνθα τὸ τῆς Ἀρτέμιδος παρὰ θάλασσαν Τραχῖνος ὅπου καὶ ἡ ἐπʼ Ἀρτε- μισίῳ ναυμαχία συνέβη τοῖς Ἕλλησιν· ἐν Θερμοπύλαις.