Ancient Greek · ~7 min
641 to 673
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 641-673
Not analysed yet
641 οὐκ οὐκ ἐχθρὰν οὐδὲ θρήνων βοήν. 643 ἀντίλυρον: ἀντίμιμον, ἀντῳδὸν ἀντὶ οὐ μισητὴν φωνὴν ἀλλὰ τὴν ἐκ τοῦ ἐναντίου μέρους τῆς λύρας φωνὴν ἀφʼ οὐ δηλοῦται ὅτι ὁμοῦ αὐλὸς καὶ λύρα ἀναφωνήσουσιν. ἰσόλυρον. 645 ὁρμᾶται, ἥξει. 647 ὃν ἀπόπτολιν εἴχομεν: ὃν ἐκτὸς εἴχομεν τῆς πόλεως εἰς δωδεκάμηνον ἀναμένουσαι· τὸ δὲ ἑξῆς, ὃν ἀπόπτολιν πελάγιον ἀντὶ τοῦ ἄπωθεν τῆς πόλεως ἐν τῷ πελάγει. 649 πελάγιον: ὅτι πολλάκις καὶ διὰ θαλάττης ἔπλεεν εἴ ποτε εἰς νήσους ἀπῄει. 650 ἡ Δηιάνειρα. 652 διεφθείρετο. 653 νῦν δʼ Ἄρης οἰστρηθείς: μανεὶς ὁ περὶ τὴν Οἰχαλίαν πόλεμος ἐξέλυσεν ἡμᾶς τῆς ἀνίας ἣν ἐφʼ ἑκάστης ἡμέρας εἴχομεν. εἰς τὸ αὐτό: νῦν δʼ Ἄρης: ὁ πρὸς τὸν Εὔρυτον· ἐξ αὐτοῦ γὰρ εὐθύς ἐπανῆλθεν. 655 μὴ σταίη πολύκωπον μηδαμοῦ ἡ ναῦς ἀλλαχοῦ ὁρμίσαι ἕως ἐνταῦθα ἀφίκοιτο τὴν Εὔβοιαν νῆσον ὑπερβὰς καὶ καταλιπών· καταστρεψάμενος γὰρ τὴν Οἰχαλίαν ἐκεῖ ἔμεινεν θῦσαι τῷ πατρί. 656 πολύκωπον ὄχημα ἀντὶ τοῦ ἡ ναῦς. τῷ Ἡρακλεῖ. 660 πανάμερος: ἀντὶ τοῦ τὴν σήμερον ἡμέραν ἔλθοι τῷ πέπλῳ τῆς πειθοῦς θελχθεὶς τῷ ἐκ προφάσεως τοῦ Νέσσου κατεσκευασμένῳ· πειθοῦς δὲ πέπλῳ εἶπεν ὅτι γέγονεν ἐπὶ τὸ μεταπείθειν καὶ μετατιθέναι τὴν Ἡρακλέους γνώμην ἐπὶ τὴν Δηιάνειραν. πανάμερος. εὐμενὴς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἔλθοι εἰς ἔρωτα τῆς γυναικὸς διὰ τὸ τοῦ Νέσσου φάρμακον. 661 παγχρίστῳ: λείπει τὸ πέπλῳ, συγκεκραμένος καὶ ἁρμοσθεὶς τῇ πειθοῖ τοῦ θηρός. 663 μὴ περαιτέρω: ὑπὲρ τὴν συμφέρουσαν χρείαν καὶ πλείω τοῦ δέοντος. 668 οὐ δή τι τῶν σῶν Ἡρακλεῖ: τοῦτο κατʼ ἐρώτησιν, οὐχ ἕνεκα ὧν ἀπέσταλκας δώρων τῷ Ἡρακλεῖ ἀθυμεῖς; 669 μάλιστά γ᾿ ὥστε μή. ναί, φησί, περὶ τούτου φοβοῦμαι οὕτως ὥστε μηδέποτε παραινέσαι τινὶ ἀδήλου πράγματος προθυμίαν λαβεῖν ὅ ἐστιν ἀδήλῳ πράγματι ἐπιχειρεῖν. 671 εἰ διδακτὸν ἐξ ὅτου φοβῇ. εἰ μὴ ἀπόρρητον εἴη. 673 γυναῖκες, ὑμῖν θαῦμα: θαυμαστὸν καὶ οἷον οὐκ ἄν τις ἐλπίζοι παθεῖν· γράφεται δὲ καὶ μαθεῖν.