Ancient Greek · ~3 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 646
Not analysed yet
646 ἅπανθ᾿ ὁ μακρός: ἐξέρχεται ὁ Αἴας ὡς δὴ κατακηληθεὶς ὑπὸ Τεκμήσσης μὴ σφάττειν ἑαυτὸν καὶ προφάσει τοῦ δεῖν εἰς ἐρημίαν ἐλθεῖν καὶ κρῦψαι τὸ ξίφος ἐπὶ τούτοις ἀναχωρεῖ καὶ διαχρῆται ἑαυτόν· παρίστησι δὲ ὁ λόγος ὅτι καὶ οἱ ἔμφρονες καὶ παρακολουθοῦντες τῇ φύσει τῶν πραγμάτων ὅμως ὑπὸ τῶν τοιούτων παθῶν ἐπὶ τὸ χεῖρον ἀπολισθάνουσιν ὡς ἐν Τραχινίαις ἡ Δηιάνειρα περὶ τοῦ ἔρωτος διαλεγομένη καὶ τοῦ ἀνδρὸς ὅτι αὐτῷ οὐκ ἀντιστήσεται οὐδὲ λυσιτελεῖ αὐτῇ ἀντιπράττειν τῇ ἐπιθυμίᾳ τοῦ ἀνδρὸς πράττει μετὰ ταῦτα ἅπερ αὐτὴν ἀνέπεισεν ἡ ζηλοτυπία· ἤτοι δὲ σχῆμά ἐστιν ἅπαντα ὁ χρόνος φύει ἄδηλα εἶτα ἐξαλλαγῇ καὶ ταῦτα φανέντα κρύπτεται ἢ τὸ κρύπτεται ἐπὶ τοῦ χρόνου ἀντὶ τοῦ κρύπτει· τοῦτο δέ φησιν ὡς μεταβεβλημένος ἀπὸ τῶν προτέρων νοημάτων. ὁ ὁ μέγας.