Ancient Greek · ~7 min
650 to 684
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 650-684
Not analysed yet
650 ἀλλʼ ὧδέ μ᾿ αἰεὶ ζῶσαν: τὸ ὅλον ὑπὲρ τοῦ Fol. 24a Αἰγίσθου εὔχεται, διὰ δὲ τοῦ πληθυντικοῦ τοῦ φίλοις τὸ τολμηρὸν τοῦ λόγου ἐπεκάλυψνν. 652 φίλοισί τε ξυνοῦσαν: ἀκατάλληλον φαίνεται τὸ ὅλον ἐὰν μὴ ᾖ τὸ οἷς ξύνειμι νῦν ἀπὸ κοινοῦ λαμβανόμενον, φίλοισί τε καὶ τέκνοις συνοῦσαν οἷς ξύνειμι νῦν· τὸ δὲ δύσνοια ἀπʼ αὐτῶν εἰς ἐμὲ ἢ ἀπʼ ἐμοῦ. 653 ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν. 656 τὰ περὶ τῆς τελευτῆς Ὁρέστου ἔοικεν εὔχεσθαι. 657 τὰ δʼ ἄλλα πάντα: ζητοῦσι διὰ τί ἐνταῦθα μὲν οὐκ ἐμφαίνει περὶ τοῦ Ὄρέστου ὕστερον δὲ τοῦ ἀγγέλου ἐλθόντος φαίνεται ἐφηδομένη· ῥητέον οὖν ὅτι νῦν μὲν προσδοκῶσα αὐτὸν ἥξοντα ζῶντα τότε δὲ ὡς κατὰ ἀποθανόντος παρρησιάζεται ἄφοβος γενομένη. 660 ξέναι γυναῖκες: ὁ παιδαγωγὸς ἥκει πλασάμενος τὰ περὶ τοῦ θανάτου Ὀρέστου· τὸ δὲ ἦθος αὐτοῦ μέσον ἐστὶν οὔτε ἀποικτιζομένου παντάπασιν οὔτε ἡδομένου ἀλλʼ ὡς ξένου· εὐκαίρως δὲ ἥκει ἔξω οὐσῶν ἀμφοτέρων, πρῶτον ἴνα μὴ δισσολογοίη πρὸς ἀμφοτέρας ἀπαγγέλλων, δεύτερον πρὸς τὸ δηλωθῆναι τὴν γνώμην ἀμφοτέρων· πιθανῶς δὲ ἐρωτᾷ ὡς ἀγνοῶν. 664 στοχάζεται ἐκ τῆς στολῆς καὶ τῶν βασιλείων. 668 λείπει ἡ ἀπό, ἀπεδεξάμην. 675 τί φής, τί φής. οἱ ἡδέος ἀκούοντες λόγου κἂν πάνυ σαφῶς ἀκούσωσι δὶς καὶ τρὶς τὰ αὐτὰ ἀκούειν βούλονται. μὴ ταύτης κλύε: οἷον μὴ διὰ ταύτην φυλάξῃ εἰπεῖν τὰ ἑξῆς. 679 τῷ τρόπῳ διόλλυται; :ἴδιον καὶ τοῦτο τῶν ἡδομένων· μαθόντες γὰρ τὸ πᾶν καὶ τὸ κατὰ μέρος ἡδόμενοι πυνθάνονται· ἔπειτα ὁ ποιητὴς βούλεται εὐδοκιμεῖν περὶ ἀγῶνος λέγων Ἑλληνικοῦ. 682 οὔπω ἥν ἐπὶ Ὀρέστου ὁ Πυθικὸς ἀγών. 684 τινὲς δόλιχόν φασιν ἀγωνίσασθαι Ὀρέστην ὅς ἐστιν κʼ στάδια κʼ ἐτῶν ὄντα ἅστε τῇ φύσει ἴσα τὰ τέρματα τοῦ δρόμου ἐποιήσατο.