Ancient Greek · ~4 min
686 to 707
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 686-707
Not analysed yet
686 δρόμου δʼ ἰσώσας: οἷον οὐκ ἐλλείπων κατὰ τὰ τέρματα ἀλλʼ ἴσος φανεὶς τοῖς τέρμασι κατὰ τὴν αὑτοῦ φύσιν τῆς νίκης ἔτυχεν. ἄλλως. ὁμοίως καὶ ἴσως τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ μορφῇ ἀντὶ τοῦ ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ οὕτως καὶ ἐπὶ τῷ ἔργῳ ἐφάνη, ὡς ἐπὶ τῷ εἴδει οὕτως καὶ ἐπὶ τῷ ἔργῳ. τοῦ ἐκ ποδὸς δρόμου. 691 ἄλμα, δίσκον, ἄκοντα, δρόμον, πάλην ταῦτα ἐν μιᾷ τις ἠγωνίζετο ἡμέρᾳ. 696 ὅμοιον αὐτῷ τὸ Πινδαρικὸν θεὸς ὁ καὶ πτερόεντʼ αἰετὸν κίχε καὶ θαλασσαῖον παραμείβεται δελφῖνα καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν. 701 φιλοτίμως διὰ πιθανότητα ταῦτα ἐπεξεργάζεται. 702 οἷον διζύγων. 703 ὁ Ὀρέστης. 706 λεύκιππος Αἰνειᾶν: ἐμοὶ δοκεῖ ὄνομα εἶναι. οὐδὲν γὰρ ἄτοπον ἐπίθετον εἶναι· ὄνομα γὰρ κύριον οὐ προτέθεικεν πρὸς τὸ τοῦ πράγματος ἀνεξέλεγκτον· ὅλη γὰρ ἡ διήγησις τοῦ ἀγῶνος πέπλασται· οἴ δὲ Αἰνειᾶνες τῶν Θεσπρωτῶν ἢ Θρᾳκῶν· Ὅμηρος τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί. 707 προσχαρίζεται Ἀθηναίοις ἐν Ἀθηναίοις λέγων.