Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 651
Not analysed yet
651 βαφῇ σίδηρος ὣς ἐθηλύνθην: ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος ἀλλὰ μᾶλλον σκιραίνεται· οὕτως οὖν διασταλτέον, κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος (ὡς Ὅμηρος εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα) νῦν ἐθηλύνθην ὑπὸ τῶν λόγων τῆς γυναικός· ἢ ὅτι δισσῶς βάπτεται ὁ σίδηρος· εἰ μὲν γὰρ μαλθακὸν βούλονται αὐτὸν εἶναι ἐλαίῳ βάπτουσιν εἰ δὲ σκιρὸν ὕδατι.