Ancient Greek · ~8 min
654 to 691
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 654-691
Not analysed yet
654 πιθανὴ αὐτῷ ἡ ἔξοδος ὡς ἐπὶ καθαρμόν· μονάσαι γὰρ βούλεται χάριν τῆς ἀναιρέσεως. 656 φυλάξωμαι, ἐκκλίνω. 657 εὑρήσω, φησί, τόπον οὗ οὐδεὶς ἐπιβήσεται· τοῦτο δὲ πιθανὸν ἵνα μή τις αὐτῷ ἀκολουθήσῃ· πιθανὸν δὲ καὶ τὸ λαβεῖν τὸ ξίφος ἵνα εὐπορήσῃ ἑαυτὸν διαχειρίσασθαι. 658 ἀντὶ τὸ ξίφος. 665 ὁ νοῦς ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο ἔχειν, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα. κακόδωρα. 666 ἐπιφθόνως ἔφρασεν ἐν εἰρωνείᾳ ἀντιστρέψας τὴν τάξιν· ἔδει γὰρ εἰπεῖν θεοὺς μὲν σέβειν εἴκειν δὲ Ἀτρείδαις· ὡς τῶν Ἀτρειδῶν οὖν ἤδη καὶ θεομαχούντων. 667 μιμεῖται τὸν σώφρονα, κεκίνηται δὲ ὑπὸ τοῦ πάθους. 669 εἰ γὰρ τὰ θεῖα ὑπείκει τιμῇ πόσῳ μᾶλλον προσήκει τοῖς ἀνθρώποις ταῦτα πράττειν; τὸ δὲ τιμαῖς ὑπείκει ταῖς ἀλλήλων διανεμήσεσιν· ἐκ γὰρ ἐναντιότητος τὸ πᾶν συνέστηκεν, πρεσβύτης τις ἐπεὶ καὶ νέος ἐγένετο, καθέζεται ὅτι καὶ ἕστηκεν. τὰ τὰ θεῖα καὶ δέος ἐμποιοῦντα. 672 αἰανὴς τουτέστιν ὁ σκοτεινὸς κύκλος ἢ ἀδιάλειπτος. 674 λείπει ὑπό, ὑπὸ δεινῶν πνευμάτων στένοντα πόντον ἄημα πρᾶον ἐκοίμισεν αὐτόν. 678 ἐγὼ δ᾿, ἐπίσταμαι: ἐπειδὴ τὸ πᾶν πρὸς τοὐναντίον γίνεται εἰκὸς καὶ τοὺς Ἀτρείδας φίλους ἀντʼ ἐχθρῶν γενέσθαι· δεῖ οὖν, φησί, προσέχειν τοῖς ἐχθροῖς ὡς αὖθις φίλοις ἐσομένοις καὶ τοῖς φίλοις ὡς ἐχθροῖς· συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν. ἀντὶ τοῦ νῦν. 681 σπουδάζειν. 683 ἑταιρείας φιλία. λιμὴν ἡ φιλία ἵνʼ ᾖ ἡ τῆς ἑταιρείας φιλία. 684 ἀλλʼ ἀμφὶ μὲν τούτοισιν: ὅρα πόσον ἐπικρατεῖται ὑπὸ τοῦ πάθους ὁ λογισμός· ὁ τὰ σοφώτατα γοῦν εἰπὼν ἑαυτὸν ἀναιρεῖ. καὶ περὶ μὲν τούτων. 685 διὰ διὰ τάχους. 687 ὑμεῖς θ᾿, ἑταῖροι: τὰ μὲν τῆς ἀναιρέσεως δῆλα τῷ θεατῇ ἀγνοεῖ δὲ ὁ χορός· πεπίστευκε γὰρ τοῖς ὑπʼ αὐτοῦ λελεγμένοις. 688 ἀντὶ τοῦ πείθεσθε. 689 ὑμῶν γράφε ὑπέρμεγα. 690 ἐγὼ γὰρ αἰνιγματωδῶς ὁ λόγος ἐξενήνεκται. 691 καὶ τάχ᾿ ἄν μ᾿ ἴσως: ὁ μὲν χορὸς ἀπαλλάττεσθαι νομίζει λέγειν τῆς νόσου ὁ δὲ αἰνίττεται τῶν κακῶν τοῦ βίου.