Ancient Greek · ~8 min
658 to 689
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 658-689
Not analysed yet
658 εὖ νυν ἐπίστω: γίνωσκε ὅτι τούτῳ συνηγορῶν ἐμὲ ἀδιτεῖς· οὐδὲν γὰρ ἄλλο ἢ ὄλεθρόν μοι ἐπάγεις εἰ παρόψομαι τὸν ἐπιβεβουλευκότα. 660 οὐ τὸν πάντων θεῶν: ἐπὶ ὅρκον καταπέφευγεν ἐξ οὗ μάλιστα ἐδόκει πεῖσαι τὸν βασιλέα· ἥλιον δὲ ὄμνυσιν ὅτι πάντα ἑωρακὼς αὐτὸς συνῄδει τὸ πᾶν. 663 ὅτι ἀντὶ τοῦ ἔσχατος ἀπολοίμην. 666 τρύχει λυπεῖ με. 669 δʼ οὖν ἴτω: τὸ φιλόκοινον αὐτοῦ κἀνταῦθα δείκνυσιν ὡς οὐ διʼ ἑαυτὸν παρακεχωρηκότος ἀλλὰ διὰ τὴν πόλιν κἂν δέῃ αὐτὸν πεισθέντα κινδυνεῦσαι. ἀναχωρησάτω. 673 στυγνὸς μὲν εἴκων δῆλος εἶ: δῆλος εἶ ὡς ἀηδῶς εἴκων, ὅταν δὲ ἐπὶ τὸ πέρας ἔλθῃς τῆς ὀργῆς τότε βαρέως οἴσεις τὸ πρᾶγμα οἷον μετανοήσεις καὶ ἄδικα ἐνθυμηθήσῃ· ἔτι δὲ ἐμμένει ὁ Κρέων τῇ αὐτῇ παρρησίᾳ ἐπιστάμενος ὡς οὐδὲν ἐσκαιώρησεν. 677 σοῦ μὲν τυχὼν ἀγνῶτος: σοῦ μὲν μὴ ἐπισταμένου τὴν ἐμὴν προαίρεσιν οἷον ἠγνοηκότος με παρὰ δὲ τούτοις τῆς ὁμοίας δόξης ἣν καὶ πρῴην εἶχον περὶ ἐμέ. 678 ὡς κατέγνωκεν ὁ χορὸς τοῦ Οἰδίποδος παρακελεύεται τῇ γυναικὶ εἰσάγειν αὐτόν. 680 πιθανῶς μετὰ τὸ διηλλάχθαι αὐτοὺς ἐπιζητεῖ τὴν αἰτίαν, ἅμα δὲ καὶ ἵνα ἀρχὴ γένηται τοῦ ἀναγνωρισμοῦ. 681 δόκησις ἀγνὼς λόγων: ὁ χορὸς ὑπὲρ ἀμφοτέρων ἀπολογεῖται, ὑπὲρ μὲν τοῦ Κρέοντος ὅτι ἐπʼ ἀδήλοις ἐγκέκληται ὑπὲρ δὲ τοῦ Οἰδίποδος ὅτι εἰκότως ὠργίσθη ἐπὶ τοιούτοις διαβληθείς. τὸ μὴ ᾿νδικον: οἷον τὸ μὴ ἐνδίκως θρυλούμενον ὅ ἐστιν ἡ ψευδὴς διαβολὴ κἂν τὸ συνειδὸς ἐρρωμένον ᾖ. 684 ἀμφοῖν ἀπʼ οἷον ἀμφότεροι τῆς διαφορᾶς αἴτιοί εἰσιν; 685 ἅλις ἔμοιγ᾿, ἅλις: αὔταρκές μοι φαίνεται στῆσαι τὸν λόγον ἔνθα ἔληξεν ἀντὶ τοῦ ἱκανὰ λέλεκται καὶ αὔταρκές ἐστιν ἀναπεπαῦσθαι τὰ τοῦ λόγου ἔνθα ἔληξεν ἡ στάσις. 687 ὁρᾷς ἵν᾿ ἥκεις; ἀγαθός: τοῦτό φησιν ὁ Οἰδίπους ἀγανακτῶν, διὰ τί πρὸς ἕτερον ἀποφεύγεις καίτοι ἀγαθὸς ὢν ἀνὴρ καὶ οὐχ ὁμολογεῖς τὰ λυπήσαντά με τῇ Ἰοκάστῃ; διὰ τί οὖν οὐ συνοργίζῃ μοι ἀλλὰ πραΰνεις με ὑπὲρ τοῦ Κρέοντος; 689 πολλάκις, φησί, τὰ ἐπελθόντα κατὰ τὴν ἐμὴν διάνοιαν εἶπόν σοι οἷα καὶ ἐν τοῖς ἀνωτέρω ὤμνυεν.