Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 656
Not analysed yet
656 ἐναγῆ γράφε ἐναγῆ φίλων· ἐναγὲς δὲ τὸ σεβάσμιον καὶ ἁγνόν· ἄγος γὰρ τὸ ἱερὸν σέβας ὅθεν καὶ τὸ ἄγη μ᾿ ἔχει καὶ ὥς σε, γύναι, ἄγαμαι· κατʼ εὐφημισμὸν δὲ καὶ τὰ μιάσματα ἄγη λέγεται οἱ μιαροὶ ἐναγεῖς καλοῦνται· ὁ δὲ νοῦς, τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον ἀλλὰ καθαρὸν ὄντα δεόμεθα μὴ λόγων ἄτιμον ἐκβαλεῖν ἀλλὰ προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν· ἢ ἐναγῆ τὸν ἐνεχόμενον μύσει οὕτω, δεόμεθα τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς τῶν λόγων.