Ancient Greek · ~8 min
690 to 809
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 690-809
Not analysed yet
690 ἴσθε πεφάνθαι με παραφρόνιμον ἀντὶ τοῦ παράφρονα καὶ ἀνόητον καὶ ἄπορον ἐπὶ τὰ φρόνιμα· δὶς δὲ τὸ αὐτὸ εἶπεν ἀντὶ μωρὸν κατὰ διάνοιαν καὶ ἄπορον. 693 εἰ ἀλλότριόν σε καὶ οὐκ οἰκεῖον νενόμικα· ἢ οὕτως, εἴ σε ἀποκρύπτομαι ἢ ἐκτρέπομαι καὶ οὐ συγγίνομαί σοι· ἢ οὕτως, εἰ βούλομαί σε ἐκβαλεῖν τὸν τοσαῦτα ἡμᾶς εὐεργετήσαντα. 696 ἔστησας, ἔσῳσας. 702 λέγε εἰ σαφῆ ἐστιν ἃ μέλλεις ἐγκαλεῖν οἷον ὡμολογημένα. 710 εὖ τὸ ἅμα παρακαλοῦσαν ἐκτίθεσθαι τὰ εἰς τὴν ὑπόνοιαν αὐτὸν ἐμβαλοῦντα. 716 καλῶς τὸν τόπον προσέθηκεν ἵνα εἰς ὑπόμνησιν ἀγάγοι τὸν Οἰδίποδα. 717 διῆλθον. 733 περὶ Δαυλίδα φησὶ τὴν σχιστὴν ὁδόν, ὁ δὲ Αἰσχύλος περὶ Ποτνίας οὕτως ἐπῇμεν τῆς ὁδοῦ τροχήλατον σχιστῆς κελεύθου τρίοδον ἔνθα συμβολὰς τριῶν κελεύθων Ποτνιάδων ἠμείβομεν· τινὲς δὲ τὴν Δαυλίδα Ἀνακρίδα λέγουσιν οὕτω Κρίσσαν τε ζαθέην καὶ Ἀνακρίδα καὶ Πανοπῆα. 738 ἀναμιμνήσκεται ὁ Οἰδίπους καὶ τοῦ χρόνου καὶ τοῦ τόπου καὶ πρὸς τὸν Δία φησί, τί μοι ποιήσεις; 742 εὖ τὰ προφανῆ ταῦτα σημεῖα εἶπεν. 749 δέδοικα· καὶ Ὅμηρος ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν. 756 οἰκέτης, ἐκ τοῦ αὐτοῦ οἴκου ὤν. 763 οἷον τὸ αἴτημα οὐχ ὑπερέβαλεν δοῦλον. 766 οἷον νόμιζε αὐτὸν παρεῖναι. 775 Φερεκύδης φησὶ Μέδουσαν εἶναι τὴν Πολύβου γυναῖκα θυγατέρα δὲ Ὀρσιλόχου τοῦ Ἀλφειοῦ, οἱ δὲ Ἀντιοχίδα τὴν Χάλκωνος. Πελοποννησιακή. ἐτρεφόμην, ἐτύγχανον. 777 ἔδει γὰρ πρὸς τὸ ὀξὺ μὲν ἀκούσαντα ὡς εἴη νόθος θαυμάζειν οὐ μὴν τοσοῦτον φροντίσαι τοῦ πράγματος. 778 ἀρετῆς. 780 προσποιητός, ἀλλότριος, νόθος. 782 τῇ ἑτέρᾳ, τῇ ἑξῆς. 789 ἀνήκουστον· περὶ ὧν γὰρ ἀπῆλθεν οὐκ εἶπεν. 791 δέοι. 792 ἄτλητον κ. τὸ μὴ δυνάμενον ὑπὸ ἀνθρώπων ὁρᾶσθαι. 795 χρόνον τινά, φησίν. πρὸς τοὺς ἀστέρας ἠρίθμουν τὸν χρόνον· ἢ οὕτως, ἐπὶ τὰ ἄστρα ἐπορευόμην· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ πελάγη μετρούντων ὡς ἂν διʼ ἄστρων τεκμαιρομένων τὸν πλοῦν. 802 ὑπὸ πώλων ἐζευγμένης. 806 τὸν τὸν ἔμπροσθεν τῶν τροχῶν πορευόμενον. 808 ἅρματος. 809 πληγαῖς· δὶς ἔπαισέ με τοῖς κέντροις οἷς ἐκέντριζε τοὺς ἵππους, οὐκ ἐπίσης δὲ καὶ παῤ ἐμοῦ ἔλαβεν.