Ancient Greek
678 to 703
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 678-703
Not analysed yet
678 κατʼ ἄκρας σπιλάδος: σπιλὰς ἡ πέτρα· ὡς Fol. 72 b οὖν ἐπὶ λίθου θεμένη αὐτὸ τοῦτό φησι· κατατήκεται οὖν καὶ ῥεῖ καὶ διαλύεται ἀπὸ τοῦ λίθου διαρρέον. ὡς δʼ εἰδῇς ἅπαν: ὅπως γνῷς ἀκριβῶς ὅλον τὸ πρᾶγμα εἰς μῆκος ἁπλώσω τὸν λόγον. 680 ἐγὼ γὰρ ὧν ὁ θήρ με: ὧν εἶπέν μοι ὁ Νέσσος ὅτε τὴν πλευρὰν ἤλγει τῷ βέλει τρωθείς· γλωχῖνι δὲ ἀπὸ μέρους τῷ βέλει· γλωχὶν γὰρ ἡ ἀκὶς ὅ λέγει Ὅμηρος ὄγκον. ἀντὶ τοῦ ἀλγῶν. 682 λείπει ἄπρακτον. ἀλλʼ ἐσῳζόμην: ἀντὶ τοῦ ἔσῳσα καὶ ἐφύλαξα· διεφύλαξα οὖν ὅσα μοι παρήγγειλεν ὡσανεὶ δέλτῳ χαλκῇ ἔχουσα ἐγκεχαραγμένα· δύσνιπτον δὲ ἀντὶ τοῦ δυσαπάλειπτον. 684 πρόρρητα. πρὸς ἐμὲ ὑπὸ Νέσσου προειρημένα· προμεμελετημένα μοι ἢ ἀπόρρητα. 686 ἀπροσπέλαστον πυρὸς καὶ ἡλιακῆς ἀκτῖνος. 687 παραυτὰ χριόμενον. 688 νῦν δʼ ὅτ᾿ ἦν ἐργαστέον: νῦν δὲ ὅτε ἐπέστη ὁ καιρὸς τοῦ χρῖσαι ἔχρισα μαλλὸν ἐρίου. 690 κτησίου βοτοῦ λάχνην: ἀπὸ κτησίου προβάτου τὸν μαλλὸν σπάσασα· κτήνη δὲ καὶ βοτὰ τὰ πρόβατα λέγεται. βοτὰ ἔλεγον τὰ πρόβατα. 691 ἀλαμπὲς μὴ καταυγασθέν. 692 κοίλῳ εἰς ξύλινον σορὸν τουτέστι κιβωτόν. 693 φάσμα, φαντασίαν. 694 ἄφραστον; ἀφανές, ἀνεκδιήγητον· ἀξύμβλητον δὲ ἀσυνείκαστον πρὸς τὸ μαθεῖν ἀνθρώπῳ· ἢ ἀντὶ τοῦ ἀπαράβλητον οἷον οὐκ ἔχον ἄλλῳ παραβληθῆναι ὥστε πιστεῦσαι καὶ μαθεῖν τὸν ἀκούοντα. 695 τὸ γὰρ κάταγμα: τὸ γὰρ ἔριον τοῦ προβάτου μετὰ τὸ χρῖσαι τὸν πέπλον ἔρριψα εἰς τόπον καταλαμ- ὑπὸ τοῦ ἡλίου· τὴν γὰρ αὐγὴν ἀκτῖνα ἡλιῶτιν εἶπεν. τὸ αἴγειον μήρυμα. 697 ὡς δʼ ἐθάλπετο: ὡς δὲ ἐθερμάνθη ὑπέρρευσεν ἀφανῶς καὶ λέλυται. 699 μορφῇ μάλιστʼ εἰκαστόν: ἐοικὸς πρίσματι ξύλου· θαυμαστῶς δὲ βρώματα πριόνος εἶπεν τὸ πρίσμα· τρόπον γάρ τινα ἐσθίων τὸ ξύλον ὁ πρίων ἐκεῖνο τὸ λεπτὸν ἀποβάλλει. 701 ἐρριμμένον καὶ προπεσὸν χαμαί. 702 ἀνακαχλάζουσι. θρομβώδεις ἀφροί: ἐπηρμένοι· θρόμβος γὰρ ὁ ὄγκος· ἢ περιφερῆ φυσήματα. 703 γλαυκῆς ὀπώρας: τοῦ γλεύκους τοῦ ἀρτίως ἐκπιεσθέντος καὶ νέου· μάλιστα δὲ ὁ νέος οἶνος θερμὸς ὤν εἰ πέσοι χαμαὶ ἀφρίζει· γλαυκὴν δὲ ὀπώραν τὸν νέον οἶνον εἶπεν διὰ τὴν λαμπρότητα.