Ancient Greek · ~5 min
68 to 82
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 68-82
Not analysed yet
68 δέξασθέ μ᾿ εὐτυχοῦντα: ἐπʼ εὐτυχίᾳ με δέξασθε ὥστε ταύτας τὰς ὁδοὺς τελεσθῆναι. εὐτυχῶς ἐπιχειροῦντα ταῖς μηχαναῖς. 70 δίκῃ καθαρτής: τὰ εἰς της ἔχοντα τὴν παρατέλευτον εἰς ἀμετάβολον λήγουσαν ἀπρόσληπτα ὄντα τοῦ σ κατὰ τὴν γενικὴν βαρύνονται εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, τὸ δὲ ἑκοντὴς καὶ ἐθελοντὴς μετοχικά· παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τό τε καθαρτὴς καὶ ἀμυντὴς ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής. 72 ἄρχοντα τοῦ πλούτου καὶ τὴν ἀρχαίαν τύχην ἀποληψόμενον. 75 ἐξιέναι βούλονται διὰ τὴν εἴσοδον τοῦ χοροῦ. καιρὸς γὰρ ὅσπερ ἀνδράσιν: ἐφʼ ἑκάστου πράγματος τὸ καίριον καὶ χρησιμώτατόν ἐστιν ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται ἐς ἰατρὸν τῷ κάμνοντι περὶ τῆς φύσεως τοῦ νοσήματος διαλεγόμενον, ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο. 78 καὶ μὴν θυρῶν ἔδοξα: θαυμαστῶς ὁ γέρων οὐκ ἐπιβέβηκεν τῷ ἀληθεῖ, τούτου δὲ ἀποστῆσαι βουλόμενος τὸν Ὀρέστην προσπόλων τινός φησιν. τὸ ἑξῆς, ἔνδον θυρῶν. 80 ἄρʼ ἐστὶν ἡ δύστηνος: ὑπὸ νεότητος Ὀρέστης παράγεται φιλοπευστεῖν, ὁ δὲ πρεσβύτης τὸ χρήσιμον σκοπεῖν ἀναγκάζει. 81 ἐπακούσωμεν. 82 μηδὲν πρόσθεν: ἄμα μὲν εἰς τὸ χρήσιμον συμβουλεύει πείθεσθαι τῷ θεῷ ἅμα δὲ καὶ πρὸς τὴν ὑπόθεσιν· διελύθη γὰρ ἂν τὸ πᾶν ἐξ ἀρχῆς μηνυθέντος Ὀρέστου.