Ancient Greek · ~5 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 86
Not analysed yet
86 φάος ἁγνόν: ὀλόφυρσίς ἐστι τῆς Ἠλέκτρας ἐν ταῖς μονῳδίαις ὅπερ σύνηθες τοῖς τραγικοῖς κινητικὸν τοῦ πένθους· τοῦτο δὲ τὸ πρόσωπον εὔνουν ἐστὶ τῷ ἀποθανόντι· ἐπεὶ δὲ ἄηθές ἐστι πρὸς τοὺς θεατὰς ἢ πρὸς ἑαυτὴν ταῦτα διαλέγεσθαι ὡς ἀπομεμφομένη τοῖς θεοῖς ἢ μάρτυρας τῶν θρήνων καλοῦσα πρὸς τὰ στοιχεῖα ποιεῖται τὸν λόγον καὶ οὕτως ἡμῖν δηλωθήσεται ὅπως διέκειτο ἐπὶ τῷ συμβάντι κατὰ τὸν πατέρα· ἰσόμοιρον δέ φησιν εἶναι τὴν γῆν τῷ ἀέρι παρʼ ὅσον παρατείνειν ἀλλήλοις τὰ στοιχεῖα πρέπει· καὶ τοῖς φιλοσόφοις ἴσος δοκεῖ εἶναι κατὰ τὴν ἀνάλυσιν ὁ ἀὴρ τῇ γῇ· συνέστραπται γὰρ ἡ γῆ· εἰ δὲ διαλυθῇ ἰσωθήσεται αὐτῷ· οὕτως ἔχει καὶ τὸ Ἡσιόδειον γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ οὐρανόν· ἰσόμοιρον δὲ γῆς ἀέρα τὸν σκότον φησὶν ἵνα τὸ φάος ἁγνὸν ἀντιδιαστέλληται· καὶ γῆς, φησίν, ἰσόμοιρος ἀὴρ ἴσην μοῖραν ἔχων τῇ γῇ· πανταχοῦ γάρ ἐστιν ἀήρ· ἢ ὅτι γῆ καὶ ἀὴρ στοιχεῖα, ἰσότιμα δὲ τὰ τέσσαρα στοιχεῖα ἀλλήλοις· τινὲς δὲ ὅτι μέση ἀέρος ἐστὶν ἡ γῆ διὰ τὰ ἀπὸ κέντρου διαστήματα· ἰσόμοιρος οὖν διὰ τὸ ἴσον· ἀπέχειν πανταχόθεν τῆς γῆς· καὶ ταῦτα δὲ Φερεκράτης παρῴδηκεν· τὸ δὲ ἀὴρ τὸ α συνέστειλεν διὰ ῥυθμὸν ἢ μέτρον.