Ancient Greek
EΙΣ ΦΙΛΟΚΤΗΤΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 702
Not analysed yet
702 τότʼ ἂν εἰλυόμενος: κυλιόμενος, χερσὶν ἐπερειδόμενος καὶ ἕλκων τὰ σκέλη ὡς νήπιος παῖς ἄνευ τιθήνης τετραποδηδὸν βαδίζων· καὶ αὐτὸς ἐν τοῖς ἀνωτέρω πρὸς δὲ τοῦθʼ ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος αὐτὸς ἂν ποσὶν εἰλυόμην δύστηνος ἐξέλκων πόδα· τὼ δὲ ἑξῆς, τότε γάρ, ἡνίκα ἐξανίησι δακέθυμος ἄτα, ἕρπει πόρον ἄλλοτʼ ἄλλον εἰλυόμενος ὥσπερ παῖς ἄνευ φίλης τιθήνης ὑπάρχων, οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον αἴρων, οὐκ ἄλλο ὃ νεμόμεσθα ἄνδρες ἀλφησταὶ έστιν οὐ Δημητριακὸν καρπὸν οὐδέ τι τῆς συνήθους ἀνθρώπων διαίτης ἀλλὰ διὰ τῶν πτηνῶν ὀιστῶν τὴν διὰ τῶν ὀρνέων τροφήν.