Ancient Greek · ~8 min
748 to 786
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 748-786
Not analysed yet
748 ποῦ δʼ ἐμπελάζεις. προσπελάζεις· παρίστασαι δὲ ἀντὶ τοῦ πλησίον γέγονας. 750 ὅθʼ εἷρπε κ. καινοπρεπὴς ἡ φράσις. 752 ἦλθεν εἰς τὴν Εὔβοιαν ἧς ἀκρωτήριόν ἐστι τὸ Κηναῖον. 754 τεμενίαν τε τὸν ἀπὸ τῶν τεμενῶν στέφανον· ἢ τέμενος πολύφυλλον. 757 ἐλέγετο ὁ Λίχας σύντροφος εἶναι Ὕλλοῦ. 759 ἐνδυσάμενος ὡς σὺ ἐνετείλω. 763 ὁ Ἡρακλῆς ἱλαρᾷ τῇ φρενὶ κατηύξατό σοι χαίρων ἐπὶ τῷ πέπλῳ. 764 λείπει τὸ σοι. 765 ὅτε δὲ ἀπὸ τῶν θυμάτων καὶ τῶν ξύλων ἡ φλὸξ ἀνεκαίετο τότε ἱδρὼς ἀνῄει περὶ τὸ σῶμα αὐτοῦ. 766 φλὸξ αἱματηρά: αἱματηρὰ ὅτι ἐκ τοῦ αἵματος τῶν ἱερείων συνίσταται· πιείρας δὲ δρυὸς λιπαροῦ ξύλου· δρῦν γὰρ λέγει πᾶν δένδρον. 768 πλευραῖσιν ἀρτίκολλος: ὡς ὑπὸ τέκτονος καλῶς συγκεκολλημένος· τὸ δὲ ἐξῆς, καὶ προσκολλητὸς ὁ χιτὼν κατὰ πᾶν μέρος ὡς ἂν ξύλῳ νεαρὰ κόλλα ὑπὸ τέκτονος προσείη χρισθεῖσα. 770 ὀδαγμὸς ἀντίσπαστος. κνησμός· δήξασθαι γὰρ τὸ κνήσασθαι· ἀντίσπαστος δὲ ἴσος σπασμῷ ἢ μετὰ σπασμοῦ· γίνεται δὲ ὁ ψόφος ἀπὸ σπασμοῦ. τυφῶνος γὰρ καὶ ἐχίδνης ὕδρα. 771 ἰὸς ὡς ὡς κατήσθιεν αὐτὸν ὁ ἰός. 775 τὸ σὸν μόνης δώρημ᾿ ἔλεξεν: εἶπεν ὅτι σὺ αὐτῷ προσήγαγες τὸν πέπλον ὡς ἀπέσταλται ὑπὸ σοῦ οἷον οὐδὲν ἀφʼ ἑαυτοῦ πανουργήσας. 779 μάρψας ποδός νιν; δραξάμενος τοῦ ποδὸς τοῦ Λίχα κατʼ ἐκεῖνο τὸ μέρος ἔνθα δεσμεῖται τὸ ἄρθρον, λέγει δὲ τὸ περὶ τὸν ἀστράγαλον μέρος οὗ εἰώθαμεν δεσμεῖν ὑπόδημα ἢ τι τοιοῦτο· εἴρηται δὲ ἀπὸ τῶν λύγων· εὐέλικτον γὰρ τὸ φυτὸν νέον ὅν· Ὅμηρος δίδη μόσχοισι λύγοισιν. ᾗ λυγίζεται: ἁρμόζεται, κάμπτεται, συστρέφεται· ὅπου ἐστὶν ὁ δεσμὸς τῶν νευρῶν, ἔνθα ὑποδεσμούμεθα. 780 τὴν ἐκ τοῦ πόντου ἀμφοτέρωθεν κλυζομένην. 781 κόμης δὲ λευκὸν μυελόν: διὰ δὲ τῆς κόμης τὸν ἐγκέφαλον ἐκραίνει κατὰ μέσον τῆς κεφαλῆς διασχισθείσης ὅ ἐστι διαιρεθείσης τῆς κεφαλῆς διὰ τῆς κόμης ἀνεπέμπετο ὁ ἐγκέφαλος σύν τῷ αἵματι. 783 κατὰ υὸ ἐναντίον ἀντὶ ἐστέναξεν. 784 τοῦ μὲν νοσοῦντος; τοῦ Ἡρακλέους νοσοῦντος τοῦ δὲ Λίχα ἤδη ἀνυσθέντος ὅ ἐστι πεφονευμένου. 786 ἐσπᾶτο γὰρ σπασμῷ γὰρ εἴληπτο κείμενος ἐπὶ τῆς γῆς.