Ancient Greek · ~8 min
788 to 821
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 788-821
Not analysed yet
788 Λοκρῶν ὄρειοι πρῶνες: Ὅμηρος Λοκρῶν δʼ ἡγεμόνευεν Ὀιλῆος ταχὺς Αἴας· Λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. 789 ἐπεὶ δʼ ἀπεῖπεν: ἀπέκαμεν, ἀπηγόρευσεν ἑαυτόν, ὑπερκέκμηκεν, ἀπείρηκεν πρὸς τὰς ὀδύνας ἐπὶ γῆς κυλιόμενος. 791 ἐνδατούμενος; σφοδρῶς λοιδορούμενος· ἐνδατεῖσθαι γὰρ σφοδρῶς ἐσθίειν. λοιδορῶν, μεμφόμενος, κατὰ μέρος τῶν λεγομένων ἀνακαλῶν· ἐνδατεῖσθαι γὰρ τὸ μερίσασθαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν δαινυμένων. ἄλλως: ἐνδατούμενος νῦν σφόδρα κακῶς λέγων, δυσφημῶν, συνεχῶς μεμφόμενος, ἐπαρώμενος· ἔνιοι δὲ γράφουσιν ἐμματούμενος ἀντὶ μασώμενος. 793 πλεονάζει ἡ κατὰ καὶ ἔστι κτήσαιτο ἀντὶ τοῦ ἔσχεν. 794 τότʼ ἐκ προσέδρου: ὅτε ἀπέκαμεν κυλιόμενος τότε ἀνατείνας τὸν ὀφθαλμὸν διὰ τῆς κατακεχυμένης τοῦ σώματος λιγνύος εἶδέν με δακρυρροοῦντα· λιγνύος δὲ ἢ τῆς παρακειμένης ἀναθυμιάσεως καὶ καπνοῦ ἢ τῆς παρακειμένης καὶ περικεχυμένης αὐτὸν φλογώδους νόσου. 799 προστακτικῶς. 801 εἰ δʼ οἶκτον ἴσχεις ἀλλά μ᾿ ἔκ γε τῆσδε: ἐνῄσχυται γὰρ αὐτοῦ θανεῖν μὴ ἐγγελασθῇ ὑπὸ τῶν Οἰχαλίων. 805 βρυχώμενον ἀνοιμώζοντα μεγάλως ἐκ τῶν σπασμῶν. 808 ποίνιμος. ἡ τιμωρός, ἡ ποινὴν ἀπαιτοῦσα. 810 θέμις δʼ ἐπεί μοι τὴν θέμιν: θέμις δέ ἐστιν ἡμᾶς καταρᾶσθαί σοι ἐπεὶ σὺ προτέρα τὴν θέμιν ἀπέρριψας καὶ παρεῖδες· ἐὰν δὲ προὔλαβες ἀντὶ τοῦ φθάσασα τὴν θέμιν οὐκ ἐξεδέξω ἕως τι κατὰ τὸ δίκαιον πράξῃς. 813 τί σῖγ᾿ ἀφέρπεις; :σῖγα ἐπιρρηματικῶς ἀντὶ τοῦ σιωπηλῶς τουτέστι διὰ τί οὐδὲν ἀποκρίνῃ πρὸς τὸν Ὕλλον; 814 συνδεῖς, συμφωνεῖς. 815 οὖρος ὀφθαλμῶν ἐμῶν: εἴθε οὖρος καλὸς ἐπιπνεύσειεν αὐτῇ ἀπιούσῃ ἴνα μηκέτι αὐτὴν ἴδοιμι· τροπικῶς δὲ τὸ οὖρος ὡς ἐπὶ νεὼς ἀντὶ τοῦ οὐριοδρομείτω. 817 ὄγκον γὰρ ἄλλως ὀνόματος: τί γὰρ μάτην ἐπαιρόμεθα τῷ τῆς μητρὸς ὀνόματι οὐδὲν ἄξιον αὐτῆς διαπραξαμένης ὧν ἡ φύσις καὶ ὁ θεσμὸς ἀπῄτει; ἀντὶ τοῦ ἔχειν. 821 ἴδ᾿ οἷον, παῖδες: ὁ χορὸς πρὸς ἀλλήλας διαλέγεται περὶ τοῦ δεδομένου μαντείου τῷ Ἡρακλεῖ ἐν τῇ Δωδώνῃ ὅτι νῦν ἀπέβη· τὸ δὲ οἷον ἀντὶ οἴως ὁρᾶτε, ὦ φίλαι, οἴως ἡμῖν ἀθρόως συνέπεσεν καὶ εἰς οἷον κακὸν ἀπέβη τὸ ἔπος τὸ ἐκ τῆς μαντείας πάλαι χρησθέν· προσέμιξεν δὲ ἀντὶ τοῦ προσερράγη ὀξέως. προσερράγη.